Book 4
14.23
Σολόμωνα κτεῖναι. καὶ ἔλαθόν γε οὐδενὸς τοῦτο δὴ ἐξενεγκόντος τὸ βούλευμα. ἅτε γὰρ πολλῶν ὄντων τῶν τὰ δεινὰ βουλευομένων ὁ λόγος περιφερόμενος ἐς δυσμενῆ οὐδένα ἐξέπιπτε, ταύτῃ τε λανθάνειν ἐξίσχυσαν, ἐπεὶ καὶ Σολόμωνος οἱ πολλοὶ δορυφόροι τε καὶ ὑπασπισταὶ καὶ τῶν οἰκετῶν οἱ πλεῖστοι ἐς ταύτην δὴ τὴν στάσιν ξυνετετάχατο τῇ τῶν χωρίων ἐπιθυμίᾳ.
14.24
ἡμέρας δὲ ἤδη τῆς κυρίας παρούσης Σολόμων μὲν ἐν τῷ ἱερῷ ἐκάθητο, μακρὰν τῶν αὑτοῦ ἀπολελειμμένος κακῶν.
14.25
ἐσελθόντες δὲ οἷς τὸν ἄνδρα τοῦτον κτεῖναι ἐδέδοκτο, νεύμασί τε ἀλλήλοις ἐγκελευσάμενοι, τῶν ξιφῶν ἥπτοντο, ἔδρασαν μέντοι οὐδέν, ἢ τὰ τελούμενα τηνικαῦτα ἐν τῷ ἱερῷ αἰσχυνόμενοι, ἢ διὰ τὴν τοῦ στρατηγοῦ δόξαν ἐρυθριῶντες, ἢ καί τι θεῖον αὐτοὺς διεκώλυσεν.
14.26
Ἐπειδὴ δὲ τά τε ἱερὰ ἐκείνῃ τῇ ἡμέρᾳ ἤσκητο ἤδη καὶ οἴκαδε ἐκομίζοντο ἕκαστοι, ἀλλήλους ᾐτιῶντο οἱ στασιῶται ἅτε μαλθακοὺς οὐκ ἐν δέοντι γεγενημένους, καὶ αὖθις ἀπετίθεντο ἐς τὴν ἐπιοῦσαν τὸ βούλευμα.
14.27
ὁμοίως δὲ καὶ τῇ ὑστεραίᾳ διαγεγονότες ἄπρακτοι ἐκ τοῦ ἱεροῦ ἀνεχώρησαν ἔς τε τὴν ἀγορὰν ἐλθόντες ἀλλήλοις ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, αὐτός τε ἕκαστος μαλθακόν τε τὸν πέλας καὶ τῆς ἑταιρίας διαλυτὴν ἀποκαλῶν τὴν ἐς Σολόμωνα αἰδῶ ὀνειδίζειν οὐκ ἀπηξίου.
14.28
διὸ δὴ οὐκέτι ἀκίνδυνον σφίσιν ᾤοντο ἔσεσθαι τὴν ἐν Καρχηδόνι διατριβὴν ἅτε ἐς τὸ πᾶν ἐξενεγκόντες τὸ βούλευμα.