Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

14.16 ὥσπερ δὲ οὐχ ἱκανὰ ταῦτα τῷ δαιμονίῳ διαφθεῖραι τὰ Ῥωμαίων πράγματα ἐν σπουδῇ ἔχοντι, ξυνέπεσέ τι καὶ ἄλλο τοῖς τὴν στάσιν μελετῶσιν ἐφόδιον.
14.17 τοὺς γὰρ Βανδίλους, οὓς Βελισάριος ἐς Βυζάντιον ἤνεγκε, κατεστήσατο βασιλεὺς ἐς καταλόγους ἱππικοὺς πέντε, ὅπως ἐν πόλεσι ταῖς ἑῴαις τὸν ἅπαντα ἱδρύσωνται χρόνον· οὓς καὶ Ἰουστινιανοὺς Βανδίλους καλέσας ἐκέλευσε ξὺν ναυσὶν ἐς τὴν ἕω κομίζεσθαι.
14.18 τούτων δὴ τῶν Βανδίλων στρατιωτῶν οἱ μὲν πλεῖστοι ἐς τὴν ἕω ἀφίκοντο καὶ τοὺς καταλόγους πληροῦντες ἐς οὓς διατετάχαται. ἄχρι τοῦδε ἐπὶ Πέρσας στρατεύονται· οἱ δὲ ἄλλοι, ἀμφὶ τετρακοσίους ὄντες, ἐπεὶ ἐν Λέσβῳ ἐγένοντο, κεκολπωμένων σφίσι τῶν ἱστίων τοὺς ναύτας βιασάμενοι Πελοποννήσῳ προσέσχον.
14.19 ἐνθένδε τε ἀπάραντες ἐς Λιβύην κατέπλευσαν ἐν χωρίῳ ἐρήμῳ, οὗ δὴ τὰς ναῦς ἀπολιπόντες καὶ συσκευασάμενοι ἐς τὸ ὄρος τὸ Αὐράσιον καὶ ἐς Μαυριτανίαν ἀνέβησαν.
14.20 οἷς δὴ ἐπηρμένοι οἱ στρατιῶται οἷς ἦν ἐν ἐπιμελείᾳ ἡ στάσις, ἔτι μᾶλλον ξυνίσταντο ἐν σφίσιν αὐτοῖς.
14.21 καὶ λόγοι τε πολλοὶ περὶ τούτου καὶ ὅρκοι ἤδη ἐν τῷ στρατοπέδῳ ἐγίνοντο. ἐπειδή τε τὴν ἑορτὴν ἄγειν ἔμελλον, ἀχθόμενοι τῇ κωλύμῃ τῶν ἱερῶν οἱ Ἀρειανοὶ σφόδρα ἐνέκειντο.
14.22 Ἔδοξέ τε αὐτῶν τοῖς κορυφαίοις ἐν τῷ ἱερῷ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ, ἣν μεγάλην καλοῦσι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme