Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

13.19 ὥρμων δὲ Σολόμωνα ἐπὶ τὸν Ἰαύδαν Μαυρουσίων ἄρχοντες ἕτεροι, Μασσωνᾶς τε καὶ Ὀρταΐας, τῆς σφετέρας ἔχθρας ἕνεκα· Μασσωνᾶς μέν, ὅτι οἱ τὸν πατέρα Μεφανίαν κηδεστὴς ὢν Ἰαύδας δόλῳ ἔκτεινεν, ὁ δὲ ἕτερος, ὅτι ξὺν τῷ Μαστίνᾳ, ὃς τῶν ἐν Μαυριτανίᾳ Βαρβάρων ἡγεῖτο, ἐξελάσαι αὐτόν τε καὶ Μαυρουσίους ὧν ἦρχεν ἐκ τῆς χώρας ἐβούλευσεν, ἔνθα δὴ ἐκ παλαιοῦ ᾤκηντο.
13.20 ὁ μὲν οὖν Ῥωμαίων στρατός, ἡγουμένου αὐτοῖς Σολόμωνος, καὶ Μαυρουσίων ὅσοι σφίσιν ἐς ξυμμαχίαν ἦλθον, ἐστρατοπεδεύσαντο ἐς ποταμὸν Ἀβίγαν, ὃς τὸ Αὐράσιον παραρρέων ἀρδεύει τὰ ἐκείνῃ χωρία.
13.21 τῷ δὲ Ἰαύδᾳ ἐς μὲν τὸ πεδίον τοῖς πολεμίοις ἀντιτάξασθαι ἀξύμφορον εἶναι ἐφαίνετο, τὰ δὲ ἐν Αὐρασίῳ ἐξηρτύετο ὅπη οἱ ἐδόκει τοῖς ἐπιοῦσιν ὡς δυσκολώτατα ἔσεσθαι.
13.22 τοῦτο δὲ τὸ ὄρος ἡμερῶν μὲν ὁδῷ δέκα καὶ τριῶν μάλιστα Καρχηδόνος διέχει, μέγιστον δὲ ἁπάντων ἐστὶν ὧν ἡμεῖς ἴσμεν.
13.23 ἡμερῶν γὰρ τριῶν ἐνταῦθα εὐζώνῳ ἀνδρὶ περίοδός ἐστι. καὶ τῷ μὲν ἐς αὐτὸ ἰέναι βουλομένῳ δύσοδόν τέ ἐστι καὶ δεινῶς ἄγριον, ἄνω δὲ ἥκοντι καὶ ἐν τῷ ὁμαλεῖ γενομένῳ πεδία τε φαίνεται καὶ κρῆναι πολλαὶ ποταμούς τε ποιοῦσαι καὶ παραδείσων πολύ τι χρῆμα θαυμάσιον οἷον.
13.24 καὶ ὅ τε σῖτος ὃς ἐνταῦθα φύεται ἥ τε ὀπώρα ἑκάστη διπλασία τὸ μέγεθός ἐστιν ἢ ἐν τῇ ἄλλῃ ἁπάσῃ Λιβύῃ γίνεσθαι πέφυκεν.
13.25 ἔστι δὲ καὶ φρούρια ἐνταῦθά πη ἀπημελημένα, τῷ μὴ δοκεῖν ἀναγκαῖα τοῖς ταύτῃ ᾠκημένοις εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme