Book 4
13.10
διὸ δὴ Ἰαύδας τῷ Ἀλθίᾳ εἰς λόγους ἥκων τὸ τριτημόριόν οἱ δώσειν ὡμολόγει τῆς λείας, ἐφ’ ᾧ δὴ Μαυρούσιοι πίωσιν ἅπαντες.
13.11
ὁ δὲ τὸν μὲν λόγον ἐνδέχεσθαι οὐδαμῇ ἤθελε, μονομαχεῖν δὲ πρὸς αὐτὸν ὑπὲρ τούτων ἠξίου.
13.12
τοῦ δὲ Ἰαύδα ταύτην δὴ δεξαμένου τὴν πρόκλησιν, ξυνέκειτο ἡσσηθέντος, ἂν οὕτω τύχῃ, τοῦ Ἀλθία Μαυρουσίους πιεῖν.
13.13
ἔχαιρέ τε ἅπας ὁ τῶν Μαυρουσίων στρατός, εὐέλπιδες ὄντες, ἐπεὶ Ἀλθίας μὲν ἰσχνός τε ἦν καὶ οὐ μέγας τὸ σῶμα, Ἰαύδας δὲ κάλλιστός τε ἦν καὶ μαχιμώτατος Μαυρουσίων ἁπάντων.
13.14
ἄμφω μὲν οὖν ἱππεῖς ἐτύγχανον ὄντες. ὁ δὲ Ἰαύδας τὸ δοράτιον ἠκόντισε πρῶτος, οὗπερ Ἀλθίας ἐπ’ αὐτὸν ἰόντος χειρὶ λαβέσθαι τῇ δεξιᾷ παρὰ δόξαν ἰσχύσας Ἰαύδαν τε καὶ τοὺς πολεμίους κατέπληξε.
13.15
τῇ δὲ λαιᾷ χειρὶ τὸ τόξον ἐντείνας αὐτίκα, ἐπεὶ ἀμφιδέξιος ἦν, τὸν Ἰαύδα ἵππον βαλὼν ἔκτεινε.
13.16
πεσόντος τε αὐτοῦ ἵππον ἕτερον τῷ ἄρχοντι Μαυρούσιοι ἦγον, ἐφ’ ὃν ἀναθορὼν Ἰαύδας εὐθὺς ἔφυγε· καί οἱ κόσμῳ οὐδενὶ ὁ τῶν Μαυρουσίων στρατὸς εἵπετο.
13.17
ὅ τε Ἀλθίας τούς τε αἰχμαλώτους καὶ τὴν λείαν ἀφελόμενος ξύμπασαν ὄνομα μέγα ἐκ τοῦ ἔργου τούτου ἀνὰ πᾶσαν Λιβύην ἔσχε. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.
13.18
Σολόμων δὲ ἐν Καρχηδόνι ὀλίγον τινὰ διατρίψας χρόνον, ἐπί τε ὄρος τὸ Αὐράσιον καὶ Ἰαύδαν ἐπῆγε τὸ στράτευμα, ἐπενεγκὼν αὐτῷ ὅτι, ἡνίκα ὁ Ῥωμαίων στρατὸς τὴν ἐν Βυζακίῳ ἀσχολίαν εἶχε, πολλὰ ἐληίσατο τῶν ἐν Νουμιδίᾳ χωρίων. καὶ ἦν δὲ οὕτως.