Book 4
13.1
Ἐν ᾧ δὲ ταῦτα ἐν Βυζακίῳ ἐγένετο, ἐν τούτῳ Ἰαύδας ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε, πλέον ἢ τρισμυρίους ἄνδρας μαχίμους ἐπαγόμενος ἐληίζετο τὰ ἐπὶ Νουμιδίας χωρία, ἠνδραπόδιζέ τε τῶν Λιβύων πολλούς.
13.2
ἐτύγχανε δὲ Ἀλθίας ἐν Κεντουρίαις τῶν ἐκείνῃ φρουρίων φυλακὴν ἔχων· ὃς τῶν αἰχμαλώτων τινὰς ἀφελέσθαι τοὺς πολεμίους ἐν σπουδῇ ἔχων ξὺν Οὔννοις τοῖς αὐτῷ ἑπομένοις, ἑβδομήκοντα μάλιστα οὖσιν, ἔξω τοῦ φρουρίου ἐγένετο.
13.3
λογισάμενός τε ὡς οὐχ οἷός τέ ἐστι πλήθει Μαυρουσίων τοσούτῳ ξὺν ἀνδράσιν ἑβδομήκοντα ἐς χεῖρας ἰέναι, στενοχωρίαν καταλαβεῖν τινα ἤθελεν, ὅπως ἂν δι’ αὐτῆς ὁδῷ ἰόντων τῶν πολεμίων τῶν τινας αἰχμαλώτων ἀναρπάσαι δυνατὸς εἴη.
13.4
καὶ ʽοὐ γάρ ἐστι τοιαύτη τις ἐνταῦθα ὁδός, ἐπεὶ πεδία ὕπτια πανταχῆ τῶν ἐκείνῃ χωρίων ἐστὶν’ ἐπενόει τάδε.
13.5
Πόλις ἔστι που πλησίον Τίγισις ὄνομα, τότε μὲν ἀτείχιστος οὖσα, κρήνην δὲ μεγάλην τινὰ ἐν στενοχωρίᾳ πολλῇ ἔχουσα.
13.6
ταύτην Ἀλθίας τὴν κρήνην καταλαβεῖν ἔγνω, λογισάμενος ὡς δίψῃ ἀναγκαζόμενοι ἐνταῦθα πάντως ἀφίξονται οἱ πολέμιοι· ἄλλο γὰρ ὕδωρ ἄγχιστά πη ὡς ἥκιστά ἐστι.
13.7
πᾶσι μὲν οὖν τὸ τοῦ πλήθους ἐκλογιζομένοις παράλογον ἔδοξε μανιώδης αὐτοῦ ἡ ἔννοια εἶναι.
13.8
οἱ δὲ Μαυρούσιοι κόπῳ τε πολλῷ καὶ πνίγει μεγάλῳ θέρους ὥρᾳ ὡμιληκότες, δίψῃ τε, ὡς τὸ εἰκός, ἀπ’ αὐτοῦ μεγίστῃ ἐχόμενοι, παρὰ τὴν κρήνην δρόμῳ πολλῷ ἦλθον, οὐδὲν ἐναντίωμα ἐν νῷ ἔχοντες.
13.9
ἐπειδὴ δὲ τὸ ὕδωρ πρὸς τῶν πολεμίων ἐχόμενον εὗρον, ἀπορούμενοι ξύμπαντες ἔστησαν, τοῦ πλείστου τῆς ἰσχύος ἤδη δαπανηθέντος σφίσι τῇ τοῦ ὕδατος ἐπιθυμίᾳ.