Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

12.24 ἐπεὶ δὲ τῶν τεθνεώτων ἵππων τε καὶ ἀνθρώπων ἡ νάπη ἔμπλεως γενομένη διάβασιν ἐκ τοῦ Βουργάωνος ἐς ὄρος ἐποίει τὸ ἕτερον, ἐνταῦθα ἐσώζοντο οἱ ὑπολειπόμενοι, διὰ τῶν σωμάτων τὴν πορείαν ποιούμενοι.
12.25 ἀπέθανον δὲ ἐν τούτῳ τῷ πόνῳ Μαυρουσίων μὲν μυριάδες πέντε, ὡς αὐτῶν ἰσχυρίζοντο οἱ περιόντες, Ῥωμαίων δὲ τὸ παράπαν οὐδείς, οὐ μὴν οὐδὲ πληγήν τινα ἔλαβεν ἢ πρὸς τῶν πολεμίων ἢ τύχης αὐτῷ ξυμβάσης τινός, ἀλλ’ ἀκραιφνεῖς πάντες τῆς νίκης ἀπώναντο ταύτης.
12.26 διέφυγον δὲ καὶ οἱ τῶν βαρβάρων ἡγούμενοι πάντες, πλήν γε δὴ ὅτι Ἐσδιλάσας πίστεις λαβὼν Ῥωμαίοις αὑτὸν ἐνεχείρισε.
12.27 γυναικῶν μέντοι καὶ παίδων λείαν τοσαύτην τὸ πλῆθος Ῥωμαῖοι εἷλον ὥστε προβάτου τιμῆς παῖδα Μαυρούσιον τοῖς ὠνεῖσθαι βουλομένοις ἀπέδοντο.
12.28 καὶ τότε Μαυρουσίων τοὺς ὑπολειπομένους γυναικῶν τῶν σφετέρων τὸ λόγιον ἐσῄει, ὡς ἄρα τὸ γένος αὐτοῖς πρὸς ἀνδρὸς ἀγενείου ὀλεῖται.
12.29 Τὸ μὲν οὖν Ῥωμαίων στράτευμα ξύν τε τῇ λείᾳ καὶ τῷ Ἐσδιλάσᾳ ἐς Καρχηδόνα ἐσήλαυνον τῶν δὲ βαρβάρων ὅσοις μὴ ἀπολωλέναι ξυμβέβηκεν, ἐν Βυζακίῳ μὲν ἱδρῦσθαι ἀδύνατα ἐδόκει εἶναι, ὅπως μὴ ὀλίγοι ὄντες πρὸς Λιβύων τῶν σφίσιν ὁμόρων βιάζωνται, ξὺν δὲ ἄρχουσι τοῖς σφετέροις εἰς Νουμιδίαν ἀφικόμενοι ἱκέται γίνονται Ἰαύδα, ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε.
12.30 μόνοι δὲ Μαυρουσίων ἐν Βυζακίῳ διέμειναν ὧν ἡγεῖτο Ἀντάλας, ὃς δὴ ἐν τούτῳ τῷ χρόνῳ τὴν ἐς Ῥωμαίους πίστιν φυλάξας κακῶν ἀπαθὴς ξὺν τοῖς ὑπηκόοις τοῖς αὑτοῦ ἔμεινεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme