Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

11.33 καὶ μὴν καὶ καμήλων τῶνδε ὑμᾶς ὑπερφρονεῖν ἄξιον, αἳ οὔτε ἀμύνειν τοῖς πολεμίοις οἷαί τέ εἰσι καὶ πληγεῖσαι, ὡς τὸ εἰκός, μείζονος ταραχῆς τε καὶ ἀταξίας αἴτιαι τούτοις γενήσονται.
11.34 καὶ τὸ προπετὲς ὃ διὰ τὸ πρότερον εὐημερῆσαι οἱ πολέμιοι κέκτηνται, ὑμῖν συναγωνιεῖσθαι ξυμβήσεται.
11.35 τόλμα γὰρ τῇ μὲν δυνάμει ξυμμετρουμένη τάχα τι καὶ τοὺς αὐτῇ χρωμένους ὀνήσει,
11.36 ὑπεραίρουσα δὲ ταύτην ἐς κίνδυνον ἄγει. ὧν ἐνθυμούμενοι καὶ τῶν πολεμίων καταφρονοῦντες σιγήν τε καὶ κόσμον ἀσκεῖτε· τούτων γὰρ ἐπιμελούμενοι ῥᾷόν τε καὶ ἀπονώτερον τῆς τῶν βαρβάρων ἀκοσμίας κρατήσομεν.” ταῦτα μὲν Σολόμων εἶπεν.
11.37 Οἱ δὲ τῶν Μαυρουσίων ἄρχοντες ἐπειδὴ καὶ αὐτοὶ τοὺς βαρβάρους καταπεπληγμένους τὴν τῶν Ῥωμαίων εὐκοσμίαν εἶδον, βουλόμενοι αὐτῶν τὸ πλῆθος ἐπὶ τὸ θαρσεῖν αὖθις ἀντικαθιστάναι, τοιάδε παρεκελεύσαντο·
11.38 “Ὡς μὲν ἀνθρώπεια Ῥωμαῖοι σώματα ἔχουσι καὶ οἷα σιδήρῳ πλησσόμενα εἴκειν μεμαθήκαμεν, ὦ ξυστρατιῶται, οἷς αὐτῶν ἔναγχος τοὺς πάντων ἀρίστους πὴ μὲν καταχωσθέντας τοῖς δόρασι τοῖς ἡμετέροις ἐκτείναμεν, πὴ δὲ ἁρπάσαντες δορυαλώτους ἡμῶν αὐτῶν πεποιήμεθα.
11.39 τούτων δὲ τοιούτων ὄντων, ὡς καὶ νῦν αὐτῶν τῷ πλήθει παρὰ πολὺ προέχειν αὐχοῦμεν, ὁρᾶν πάρεστι.
11.40 καὶ μὴν καὶ ὑπὲρ τῶν μεγίστων ἡμῖν ὁ ἀγών ἐστιν, ἢ Λιβύης πάσης κυρίοις εἶναι,
11.41 ἢ τοῖς ἀλαζόσι τοῖσδε δουλεύειν. ὥστε ἡμῖν ἀνάγκη ὡς μάλιστα ἐν τῷ παρόντι ἀνδραγαθίζεσθαι. οἷς γὰρ ὑπὲρ τῶν ὅλων ὁ κίνδυνος, μὴ οὐχὶ εὐψυχοτάτοις εἶναι ἀξύμφορον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme