Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

11.23 “Ἄνδρες οἱ Βελισαρίῳ ξυστρατευσάμενοι, μηδεὶς ὑμᾶς τῶν ἀνδρῶν τῶνδε φόβος εἰσίτω, μηδέ, εἰ Μαυρούσιοι κατὰ μυριάδας πέντε συνειλεγμένοι Ῥωμαίων ἤδη πεντακοσίων ἐκράτησαν, τοῦτο ὑμῖν ἐν παραδείγματος μοίρᾳ γινέσθω.
11.24 ἀλλ’ ἀναμνήσθητε μὲν τῆς ἀρετῆς τῆς ὑμετέρας, ἐκλογίζεσθε δὲ ὡς Βανδίλοι μὲν Μαυρουσίων ἐκράτουν, ὑμεῖς δὲ Βανδίλων ἀκονιτὶ κύριοι τῷ πολέμῳ γεγένησθε, καὶ ὡς τοὺς τῶν μειζόνων κεκρατηκότας περὶ τῶν καταδεεστέρων πεφοβῆσθαι οὐ δίκαιον.
11.25 καίτοι πάντων ἀνθρώπων ἐς ἀγῶνα πολέμου φαυλότατον εἶναι δοκεῖ τὸ Μαυρουσίων ἔθνος.
11.26 γυμνοί τε γὰρ οἱ πλεῖστοί εἰσι καὶ αὐτῶν ὅσοι ἀσπίδας ἔχουσι, βραχείας τε ταύτας καὶ οὐκ εὖ πεποιημένας οὐδὲ ἀπωθεῖσθαι τὰ προσιόντα δυναμένας προβέβληνται.
11.27 καὶ τὰ δύο ταῦτα δοράτια ἀπορρίψαντες, ἢν μή τι δράσωσιν,
11.28 αὐτόματοι ἐς φυγὴν τρέπονται. ὥστε πάρεστιν ὑμῖν τὴν πρώτην φυλαξαμένοις τῶν βαρβάρων ὁρμὴν ἀνελέσθαι οὐδενὶ πόνῳ τὸ τοῦ πολέμου κράτος.
11.29 τῆς δὲ ὑμετέρας ὁπλίσεως ἡλίκον πρὸς τοὺς ἐναντίους τὸ διαλλάσσον ἐστὶν ὁρᾶτε δήπου.
11.30 καὶ τούτων ἔξω, ψυχῶν μὲν ἀρετὴ καὶ σωμάτων ἀλκὴ καὶ πολέμων ἐμπειρία καὶ τὸ θαρσεῖν, διὰ τὸ πάντας ἤδη νενικηκέναι τοὺς πολεμίους, ὑμῖν πρόσεστιν· οἱ δὲ Μαυρούσιοι τούτων ἁπάντων ἐστερημένοι μόνῳ τῷ σφῶν αὐτῶν ὁμίλῳ πιστεύουσι.
11.31 ῥᾷον δὲ ὀλίγοι ὡς ἄριστα παρεσκευασμένοι πλῆθος οὐκ ἀγαθῶν τὰ πολέμια νικῶσιν ἀνθρώπων ἢ πρὸς αὐτῶν ἡσσῶνται.
11.32 τῷ μὲν γὰρ ἀγαθῷ στρατιώτῃ τὸ θαρσεῖν ἐφ’ ἑαυτῷ πάρεστι, τῷ δὲ ἀνάνδρῳ τὸ τῶν συντεταγμένων πλῆθος ἐς ἐπισφαλῆ στενοχωρίαν ὡς τὰ πολλὰ περιίσταται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme