Book 4
11.15
γενόμενος δὲ ἐς Μάμμης τὸ χωρίον, ἔνθα δὴ οἱ τέτταρες τῶν Μαυρουσίων ἄρχοντες ἐστρατοπεδεύσαντο ὧν ὀλίγῳ πρότερον ἐπεμνήσθην, χαράκωμα ἐποιήσατο.
11.16
ὄρη δέ εἰσιν ἐνταῦθα ὑψηλὰ καὶ χωρίον ὁμαλὲς περὶ τὸν πρόποδα τῶν ὀρῶν, ἔνθα οἱ βάρβαροι παρασκευασάμενοι ἐς τὴν μάχην ἐποιοῦντο τὴν παράταξιν ὧδε.
11.17
κύκλον ἐκ τῶν καμήλων ταξάμενοι, ὅπερ καὶ τὸν Καβάωνα ἐν τοῖς ἔμπροσθεν λόγοις εἰργάσθαι ἐρρήθη, κατὰ δυοκαίδεκα μάλιστα τοῦ μετώπου βάθος ἐποίουν.
11.18
καὶ γυναῖκας μὲν ξὺν τοῖς παισὶ κατέθεντο τοῦ κύκλου ἐντός· ʽτοῖς γὰρ Μαυρουσίοις καὶ γυναῖκας ὀλίγας ξὺν τοῖς παισὶν ἐς παράταξιν ἐπάγεσθαι νόμος, αἵπερ αὐτοῖς χαρακώματά τε καὶ καλύβας ποιοῦσι, καὶ ἱπποκομοῦσιν ἐμπείρως, καὶ τῶν τε καμήλων τῆς τε τροφῆς ἐπιμελοῦνται·
11.19
καὶ θήγουσαι τὰ τῶν ὅπλων σιδήρια πολλοὺς σφίσι παραιροῦνται τῶν ἐν ταῖς παρατάξεσι πόνων·̓ αὐτοὶ δὲ πεζοὶ ἐς μέσους τῶν καμήλων τοὺς πόδας ἵσταντο, ἀσπίδας τε καὶ ξίφη ἔχοντες καὶ δοράτια, οἷς ἀκοντίζειν εἰώθασι. τινὲς δὲ αὐτῶν ἐν τοῖς ὄρεσιν ἔχοντες τοὺς ἵππους ἡσύχαζον.
11.20
Σολόμων δὲ τὸ μὲν ἥμισυ τοῦ Μαυρουσίων κύκλου ὃ πρὸς τῷ ὄρει ἐτύγχανεν ὂν ἀφῆκεν, οὐδένα ἐνταῦθα καταστησάμενος.
11.21
ἔδεισε γὰρ μὴ κατιόντες τε οἱ ἐν τῷ ὄρει πολέμιοι καὶ οἱ ἐν τῷ κύκλῳ ἐπιστρεφόμενοι ἀμφιβόλους ἐν τῇ παρατάξει τοὺς ἐκείνῃ ταττομένους ποιήσωνται.
11.22
ἐς δὲ τοῦ κύκλου τὸ λειπόμενον ὅλον ἀντιτάξας τὸ στράτευμα, ἐπειδὴ αὐτῶν τοὺς πολλοὺς εἶδε πεφοβημένους τε καὶ ἀθαρσοῦντας, διὰ τὰ ἐς Ἀιγάν τε καὶ Ῥουφῖνον ξυνενεχθέντα, βουλόμενος ὑπόμνησιν ποιήσασθαι αὐτοῖς τοῦ θαρσεῖν ἔλεξε τάδε·