Book 4
11.6
καίτοι, εἰ τὰ ἐς τὸ θεῖον ὑμῖν οὕτως ἤσκηται, τίνι ξυμμάχῳ πιστεύοντες ἐπὶ τὸν Ῥωμαίων βασιλέα χωρεῖτε;
11.7
εἰ δὲ τοὺς παῖδας ἀπολοῦντες στρατεύεσθε, τί ποτέ ἐστιν ὑπὲρ ὅτου κινδυνεύειν βεβούλησθε;
11.8
ἀλλ’ εἰ μὲν ἤδη τις εἰσῆλθεν ὑμᾶς τῶν φθασάντων μετάμελος, γράψατε ὅπως ὑμῖν εὖ τὰ πεπραγμένα θησόμεθα· εἰ δὲ τὰ τῆς ἀπονοίας ὑμῖν οὔπω λελώφηκε, δέξασθε Ῥωμαϊκὸν πόλεμον μετὰ τῶν ὅρκων οἷς ἐλωβήσασθε καὶ τῆς ἐς τοὺς παῖδας τοὺς ὑμετέρους ἀδικίας ὑμῖν προσιόντα.”
11.9
Τοσαῦτα μὲν Σολόμων ἔγραψεν. οἱ δὲ Μαυρούσιοι ἀπεκρίναντο ὧδε· “Βελισάριος μὲν ἐπαγγελίαις μεγάλαις ἡμᾶς περιελθὼν ἔπεισε βασιλέως Ἰουστινιανοῦ κατηκόους εἶναι· Ῥωμαῖοι δὲ τῶν ἀγαθῶν ἡμῖν οὐδενὸς μεταδόντες λιμῷ πιεζομένους ἠξίουν φίλους τε ἡμᾶς καὶ ξυμμάχους ἔχειν.
11.10
ὥστε εἰκότως ἂν μᾶλλον ὑμῖν ἢ Μαυρουσίοις τὸ μὴ πιστοῖς καλεῖσθαι προσήκει.
11.11
λύουσι γὰρ τὰς σπονδὰς οὐχ ὅσοι ἀδικούμενοι ἐκ τοῦ ἐμφανοῦς τῶν πέλας κατηγοροῦντες ἀφίστανται, ἀλλ’ ὅσοι ὑποσπόνδους ἔχειν ἀξιοῦντές τινας εἶτα βιάζονται.
11.12
καὶ τὸν θεὸν πολέμιον σφίσι ποιοῦνται οὐχ οἳ ἂν τὰ σφέτερα αὐτῶν κομιούμενοι ἐφ’ ἑτέρους χωροῖεν, ἀλλ’ ὅσοι τῶν ἀλλοτρίων ἐπιβατεύοντες ἐς κίνδυνον πολέμου καθίστανται.
11.13
παίδων μέντοι ἕνεκεν ὑμῖν μελήσει, οἷς μίαν ἄγεσθαι γυναῖκα ἀνάγκη· ἡμᾶς γάρ, οἷς καὶ κατὰ πεντήκοντα, ἂν οὕτω τύχῃ, συνοικοῦσι γυναῖκες, παίδων οὐκ ἄν ποτε ἐπιλίποι γονή.”
11.14
Ταῦτα ἀναλεξαμένῳ Σολόμωνι τὸ στράτευμα ὅλον ἐπὶ Μαυρουσίους ἐπάγειν ἔδοξε. διαθέμενός τε τὰ ἐν Καρχηδόνι πράγματα, παντὶ τῷ στρατῷ ἐς Βυζάκιον ᾔει.