Book 4
10.27
μάχης τε σφίσι γενομένης πρὸς τοὺς ὁμόρους, οἳ πρότεροι, ὥσπερ ἐρρήθη, ἐκ Παλαιστίνης ἀφίκοντο καὶ τὰ νῦν Μαυρούσιοι καλοῦνται, ἐκράτησάν τε αὐτῶν οἱ Καρχηδόνιοι καὶ ὡς ἀπωτάτω οἰκεῖν Καρχηδόνος ἠνάγκασαν.
10.28
ἔπειτα δὲ Ῥωμαῖοι πάντων καθυπέρτεροι τῷ πολέμῳ γενόμενοι Μαυρουσίους μὲν ἐς τὰς ἐσχατιὰς τῆς ἐν Λιβύῃ οἰκουμένης χώρας ἱδρύσαντο, Καρχηδονίους δὲ καὶ Λίβυας τοὺς ἄλλους κατηκόους σφίσιν ἐς φόρου ἀπαγωγὴν ἐποιήσαντο.
10.29
ὕστερον δὲ οἱ Μαυρούσιοι πολλὰς κατὰ Βανδίλων νίκας ἀνελόμενοι Μαυριτανίαν τε τὴν νῦν καλουμένην ἐκ Γαδείρων μέχρι τῶν Καισαρείας ὁρίων τείνουσαν καὶ Λιβύης τῆς ἄλλης τὰ πλεῖστα ἔσχον. τὰ μὲν δὴ τῆς Μαυρουσίων ἐν Λιβύῃ ἐνοικήσεως ταύτῃ πη ἔσχε.
11.1
Σολόμων δὲ τὰ ἐς Ῥουφῖνον καὶ Ἀιγὰν ξυνενεχθέντα ἀκούσας τόν τε πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο καὶ πρὸς τοὺς Μαυρουσίων ἄρχοντας ἔγραψε τάδε·
11.2
“Ἤδη μὲν καὶ ἄλλοις ἀνθρώπων τισὶν ἀπονενοῆσθαί τε καὶ ἀπολωλέναι τετύχηκεν, οἳ οὐδενὶ πρότερον τεκμηριῶσαι ἔσχον ὅπη ποτὲ αὐτοῖς τὰ τῆς ἀπονοίας ἐκβήσεται.
11.3
ὑμεῖς δέ, οἷς τὸ παράδειγμα ἐγγύθεν ἐκ τῶν συνοίκων ὑμῖν Βανδίλων ἐστί, τί ποτε ἆρα παθόντες χεῖράς τε ἀνταίρειν ἔγνωτε βασιλεῖ τῷ μεγάλῳ καὶ τὴν ὑμῶν αὐτῶν σωτηρίαν προέσθαι,
11.4
καὶ ταῦτα ὅρκους τε τοὺς δεινοτάτους ἐν γράμμασι δόντες καὶ τοὺς παῖδας τοὺς ὑμετέρους τῶν ὡμολογημένων ἐνέχυρα παρασχόμενοι;
11.5
ἢ ἐπίδειξίν τινα ἐγνώκατε ποιεῖσθαι, ὡς ὑμῖν οὔτε θεοῦ οὔτε πίστεως οὔτε τῆς ξυγγενείας αὐτῆς οὔτε τῆς σωτηρίας οὔτε ἄλλου ὁτουοῦν ἐστί τις λόγος;