Book 4
10.8
τότε δὴ Ῥουφῖνός τε καὶ Ἀιγὰν ξὺν ὀλίγοις τισὶν ἐς πέτραν ἐγγύς που οὖσαν ἀναδραμόντες ἐνθένδε τοὺς βαρβάρους ἠμύνοντο.
10.9
ἕως μὲν οὖν τοῖς τόξοις ἐχρῶντο, οὐκ ἐτόλμων σφίσιν ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἐλθεῖν οἱ πολέμιοι, ἀλλὰ τὰς αἰχμὰς ἐσηκόντιζον· ἐπεὶ δὲ τὰ βέλη ἅπαντα σφᾶς ἤδη ἐπιλελοίπει, οἵ τε Μαυρούσιοι αὐτοῖς ἐς χεῖρας ἦλθον καὶ αὐτοὶ τοῖς ξίφεσιν ἐκ τῶν παρόντων ἠμύνοντο.
10.10
τοῦ δὲ πλήθους τῶν βαρβάρων βιαζομένου, Ἀιγὰν μὲν κρεουργηθεὶς τὸ σῶμα ὅλον ἐνταῦθα ἔπεσε, Ῥουφῖνον δὲ οἱ πολέμιοι ἁρπάσαντες ἦγον.
10.11
αὐτίκα δὲ τῶν ἀρχόντων εἷς Μεδισινίσσας, δείσας μὴ διαφυγὼν πράγματα σφίσιν αὖθις παρέχοι, τῆς τε κεφαλῆς αὐτὸν ἀφαιρεῖται καὶ ταύτην ἐς τὰ οἰκεῖα λαβὼω ταῖς γυναιξὶ ταῖς αὑτοῦ ἔδειξε, μεγέθους τε ὑπερβολῇ καὶ τριχῶν πλήθει ἀξιοθέατον οὖσαν.
10.12
ἐπεὶ δὲ ἡμᾶς ὁ τῆς ἱστορίας λόγος ἐνταῦθα ἤγαγεν, ἐπάναγκες εἰπεῖν ἄνωθεν ὅθεν τε τὰ Μαυρουσίων ἔθνη ἐς Λιβύην ἦλθον καὶ ὅπως ἐνταῦθα ᾠκήσαντο.
10.13
Ἐπειδὴ Ἑβραῖοι ἐξ Αἰγύπτου ἀνεχώρησαν καὶ ἄγχι τῶν Παλαιστίνης ὁρίων ἐγένοντο, Μωσῆς μὲν σοφὸς ἀνήρ, ὃς αὐτοῖς τῆς ὁδοῦ ἡγήσατο. θνήσκει, διαδέχεται δὲ τὴν ἡγεμονίαν Ἰησοῦς ὁ τοῦ Ναυῆ παῖς, ὃς ἔς τε τὴν Παλαιστίνην τὸν λεὼν τοῦτον εἰσήγαγε καὶ ἀρετὴν ἐν τῷ πολέμῳ κρείττω ἢ κατὰ ἀνθρώπου φύσιν ἐπιδειξάμενος τὴν χώραν ἔσχε.
10.14
καὶ τὰ ἔθνη ἅπαντα καταστρεψάμενος τὰς πόλεις εὐπετῶς παρεστήσατο, ἀνίκητός τε παντάπασιν ἔδοξεν εἶναι.
10.15
τότε δὲ ἡ ἐπιθαλασσία χώρα ἐκ Σιδῶνος μέχρι τῶν Αἰγύπτου ὁρίων Φοινίκη ξύμπασα ὠνομάζετο.