Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

8.14 τότε οὖν πυνθανομένοις αὐτοῖς, ὥσπερ ἐρρήθη, αἱ γυναῖκες ἀνεῖλον, στρατὸν ἐξ ὑδάτων, Βανδίλων κατάλυσιν, Μαυρουσίων φθοράν τε καὶ ἧτταν,
8.15 ὅτε Ῥωμαίοις ὁ στρατηγὸς ἀγένειος ἔλθοι. ταῦτα ἀκούσαντες οἱ Μαυρούσιοι, ἐπεὶ τὸ βασιλέως στράτευμα εἶδον ἐκ θαλάσσης ἧκον, ἐν δέει τε μεγάλῳ ἐγένοντο καὶ ξυμμαχεῖν Βανδίλοις ἥκιστα ἤθελον, ἀλλ’ ἐς Βελισάριον πέμψαντες καὶ τὴν εἰρήνην, ὡς πρόσθεν δεδήλωται, κρατυνάμενοι ἡσύχαζόν τε καὶ τὸ μέλλον ὅπη ἐκβήσεται ἐκαραδόκουν.
8.16 ἐπεὶ δὲ Βανδίλων τὰ πράγματα ἤδη ἐς πέρας ἀφῖκτο, πέμπουσιν ἐς τὸ Ῥωμαίων στράτευμα, διερευνώμενοι εἴ τις αὐτοῖς ἐν ἀρχῇ ἀγένειός ἐστιν.
8.17 ἐπεὶ δὲ ἅπαντας πώγωνος ἑώρων ἐμπιπλαμένους, οὐ χρόνον τὸν παρόντα τὸ μαντεῖον σημαίνειν σφίσιν ᾤοντο, ἀλλὰ πολλαῖς γενεαῖς ὕστερον, ταύτῃ τὸ λόγιον ἑρμηνεύοντες, ᾗ αὐτοὶ ἤθελον.
8.18 αὐτίκα μὲν οὖν ἐς τὴν διάλυσιν τῶν σπονδῶν ὥρμηντο, ἀλλὰ τὸ ἐκ Βελισαρίου δέος αὐτοὺς διεκώλυεν.
8.19 οὐ γάρ ποτε πολέμῳ Ῥωμαίων περιέσεσθαι, παρόντος γε αὐτοῦ, ἐν ἐλπίδι εἶχον.
8.20 ὡς δὲ τὴν ἄφοδον αὐτοῦ σὺν τοῖς ὑπασπισταῖς τοῖς αὐτοῦ καὶ δορυφόροις ποιεῖσθαι ἤκουσαν, ἤδη τε τὰς ναῦς ὑπ’ αὐτῶν τε καὶ Βανδίλων πληροῦσθαι ἐπύθοντο, τὰ ὅπλα ἐξαπιναίως ἀράμενοι ἅπασαν κακοῦ ἰδέαν ἐς τοὺς Λίβυας ἐπεδείξαντο.
8.21 οἱ γὰρ στρατιῶται ὀλίγοι τε ἐν ἑκάστῃ ἐσχατιᾶς χώρᾳ καὶ ἔτι ἀπαράσκευοι ὄντες, καταθέουσιν οὐκ ἂν εἶχον πανταχόσε τοῖς βαρβάροις ἀνθίστασθαι, οὐδὲ τὰς ἐπεκδρομὰς συχνάς τε καὶ οὐκ ἐκ τοῦ ἐμφανοῦς γινομένας διακωλύσειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme