Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

7.20 εἶτα ἀποβάντα θαύματος ἄξια ἔδοξεν εἶναι· εἰ μέντοι τοιαῦτα ἔργα πώποτε γεγενῆσθαι τετύχηκεν οὐκ ἔχω εἰπεῖν, τὸν Γιζερίχου τέταρτον ἀπόγονον καὶ τὴν βασιλείαν τὴν αὐτοῦ πλούτῳ τε καὶ στρατιωτῶν δυνάμει ἀκμάζουσαν πρὸς πεντακισχιλίων ἀνδρῶν ἐπηλύδων τε καὶ οὐκ ἐχόντων ὅποι ὁρμίζοιντο ἐν χρόνῳ οὕτω βραχεῖ καταλελύσθαι.
7.21 τοσοῦτον γὰρ ἦν τὸ τῶν ἱππέων πλῆθος τῶν Βελισαρίῳ ἐπισπομένων, οἳ καὶ τὸν πόλεμον πάντα πρὸς Βανδίλους διήνεγκαν. τοῦτο γὰρ εἴτε τύχῃ εἴτε τινὶ ἀρετῇ γέγονε, δικαίως ἄν τις αὐτὸ ἀγασθείη. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.
8.1 Ὁ μὲν οὖν Βανδιλικὸς πόλεμος ἐτελεύτα ὧδε. ὁ δὲ φθόνος, οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίγνεσθαι, ᾤδαινεν ἤδη ἐς Βελισάριον, καίπερ αὐτῷ οὐδεμίαν παρέχοντα σκῆψιν.
8.2 τῶν γὰρ ἀρχόντων τινὲς διέβαλον αὐτὸν ἐς βασιλέα, τυραννίδα αὐτῷ οὐδαμόθεν προσήκουσαν ἐπικαλοῦντες.
8.3 βασιλεὺς δὲ ταῦτα μὲν ἐς τὸ πᾶν οὐκ ἐξήνεγκεν, ἢ τὴν διαβολὴν ἐν ὀλιγωρίᾳ ποιησάμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη.
8.4 Σολόμωνα δὲ πέμψας αἵρεσιν Βελισαρίῳ παρέσχετο ἑλέσθαι ὁποτέραν ἂν αὐτῷ βουλομένῳ εἴη, πότερα ξὺν Γελίμερί τε καὶ Βανδίλοις ἐς Βυζάντιον ἥκειν, ἢ αὐτοῦ μένοντι ἐκείνους στεῖλαι.
8.5 ὁ δὲ ʽοὐ γὰρ ἔλαθον αὐτὸν οἱ ἄρχοντες τὴν τυραννίδα ἐπενεγκόντεσ̓ ἐς Βυζάντιον ἀφικέσθαι ἠπείγετο, ὅπως δὴ τήν τε αἰτίαν ἐκλύσηται καὶ τοὺς διαβαλόντας μετελθεῖν δύνηται. ὅτῳ δὲ τρόπῳ τὴν τῶν κατηγόρων πεῖραν ἔμαθεν, ἐρῶν ἔρχομαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme