Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

6.34 ταῦτα ἀκούσας Φάρας περιαλγήσας τε καὶ τύχην τὴν ἀνθρωπείαν ἀπολοφυράμενος κατὰ τὰ γεγραμμένα ἐποίει καὶ πάντα ἔπεμπεν ὅσων αὐτοῦ ἔχρῃζε Γελίμερ. τῆς μέντοι προσεδρείας οὐδὲν μεθιεὶς ἐφύλασσε μᾶλλον ἢ πρότερον.
7.1 Ἤδη δὲ τριῶν μηνῶν χρόνος ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ ἐτρίβη καὶ ὁ χειμὼν ἐτελεύτα. καὶ ὁ Γελίμερ ἐδεδίει, τοὺς πολιορκοῦντας ἐπ’ αὐτὸν οὐκ εἰς μακρὰν ἀναβήσεσθαι ὑποτοπάζων· καὶ τῶν οἱ συγγενῶν παιδίων τὰ πλεῖστα σώματα σκώληκας ἐν ταύτῃ δὴ τῇ ταλαιπωρίᾳ ἠφίει.
7.2 καὶ ἐν ἅπασι μὲν περιώδυνος ἦν, ἐς ἅπαντα δέ, πλήν γε δὴ τοῦ θνήσκειν, δυσάρεστος, τῇ μέντοι κακοπαθείᾳ παρὰ δόξαν ἀντεῖχεν, ἕως οἱ θέαμα ἰδεῖν ξυνηνέχθη τοιόνδε.
7.3 γυνή τις Μαυρουσία σῖτον ὀλίγον ἀμωσγέπως ξυγκοψαμένη, μᾶζαν δὲ ἐνθένδε βραχεῖαν κομιδῆ ποιησαμένη ἐς ζέουσαν τὴν σποδιὰν τὴν ἐν τῇ ἐσχάρᾳ ἐνέβαλεν. οὕτω γὰρ νόμος ἐν Μαυρουσίοις τοὺς ἄρτους ὀπτᾶσθαι.
7.4 παρὰ ταύτην δὴ τὴν ἐσχάραν δύο παῖδε καθημένω καὶ τῷ λιμῷ ὑπεράγαν βιαζομένω, ἅτερος μὲν αὐτῆς τῆς ἀνθρώπου υἱὸς ἣ τὴν μᾶζαν ἐμβεβλημένη ἐτύγχανεν, ὁ δὲ ἕτερος Γελίμερος ἀδελφιδοῦς ὤν, ἐβουλέσθην ταύτην δὴ τὴν μᾶζαν ἁρπάσασθαι, ἐπειδὰν αὐτοῖς τάχιστα ὠπτῆσθαι δοκῇ.
7.5 τούτοιν τοῖν παίδοιν ὁ μὲν Βανδίλος προτερήσας ἔφθασέ τε τὴν μᾶζαν ἁρπάσας καὶ ζέουσαν ἔτι ὡς μάλιστα σποδιᾶς τε ἀνάπλεων οὖσαν, ὑπερβιαζομένου αὐτὸν τοῦ λιμοῦ, ἐς τὸ στόμα ἐμβαλόμενος ἤσθιεν, ὁ δὲ ἕτερος λαβόμενος αὐτοῦ τῶν ἐν τῇ κεφαλῇ τριχῶν ἐπάταξέ τε κατὰ κόρρης καὶ αὖθις ῥαπίσας ἠνάγκασε τὴν μᾶζαν ξὺν βίᾳ πολλῇ ἀποβαλεῖν ἤδη ἐν τῇ φάρυγγι οὖσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme