Book 4
6.18
πάντως γάρ σε καὶ νεανιεύεσθαι τοῦτο οἶμαι, καὶ τὴν ἐλευθερίαν προΐσχεσθαι, ὡς δὴ ἅπαντα ταύτης τὰ μοχθηρὰ ἀνταλλάσσεσθαι ἄξιον.
6.19
εἶτα νῦν Μαυρουσίων τοῖς γε ἀτυχεστάτοις οὐκ οἴει δουλεύειν, ὃς τὴν ἐλπίδα τοῦ σώζεσθαι, ἢν τὰ κράτιστα φέρῃ, ἐπ’ αὐτοῖς ἔχεις;
6.20
καίτοι πῶς ἂν οὐχὶ τῷ παντὶ ἄμεινον εἴη δουλεύειν ἐν Ῥωμαίοις πτωχεύοντα ἢ τυραννεῖν ἐν Παπούᾳ τε καὶ Μαυρουσίοις;
6.21
πάντως δέ σοι καὶ τὸ ξυνδούλῳ Βελισαρίῳ εἶναι ὑπερβολή τις ὕβρεως φαίνεται.
6.22
ἄπαγε, ὦ βέλ τιστε Γελίμερ. ἢ οὐ καὶ ἡμεῖς ἐξ εὐπατριδῶν γεγονότες βασιλεῖ νῦν ὑπηρετεῖν αὐχοῦμεν; καὶ μὴν λέγουσιν Ἰουστινιανῷ βασιλεῖ βουλομένῳ εἶναι ἔς τε βουλὴν ἀνάγραπτόν σε ποιήσασθαι, τιμῆς μεταλαχόντα τῆς ἀνωτάτω, ἣν δὴ πατρικίων καλοῦσι, καὶ χώρᾳ πολλῇ τε καὶ ἀγαθῇ καὶ χρήμασι μεγάλοις δωρήσασθαι, Βελισάριόν τε ἐθέλειν ἀναδέχεσθαι πάντα ταῦτα ἔσεσθαί σοι, πίστεις διδόντα.
6.23
σὺ δὲ ὅσα μὲν ἡ τύχη μοχθηρὰ ἤνεγκε, φέρειν γενναίως οἷός τε εἶ πάντα τὰ ἐνθένδε ἀνθρώπῳ γε ὄντι ἀναγκαῖα εἶναι οἰόμενος.
6.24
ἢν δέ τινι ἀγαθῷ τὰ δυσχερῆ ταῦτα ξυγκεραννύειν βεβούλευται, τοῦτο δὲ αὐτὸς ἐθελούσιος δέξασθαι οὐκ ἂν ἀξιοίης; ἢ οὐχ ὁμοίως τοῖς φλαύροις ἀναγκαῖά γε ἡμῖν καὶ τὰ παρὰ τῆς τύχης ἀγαθὰ λογιστέον; ἀλλὰ ταῦτα μὲν οὐδὲ τοῖς σφόδρα ἀνοήτοις δοκεῖ.
6.25
σοὶ δὲ νῦν μὲν βεβαπτισμένῳ ταῖς ξυμφοραῖς, ἀξυνέτῳ, ὡς τὸ εἰκός, συμβαίνει εἶναι·