Book 4
6.2
βεβοηθηκότων δὲ τῶν Μαυρουσίων ἅτε ἐν χωρίῳ ἀνάντει τε καὶ λίαν δυσβάτῳ, ἡ κωλύμη εὐπετῶς ἐπὶ τοὺς ἀνιόντας ἐγίνετο.
6.3
καρτερῶς δὲ τοῦ Φάρα βιαζομένου τὴν ἄνοδον, δέκα μὲν καὶ ἑκατὸν τῶν ἀμφ’ αὐτὸν ἐν τῷ ἔργῳ τούτῳ ἀπέθανον, αὐτὸς δὲ ξὺν τοῖς ἐπιλοίποις ἀποκρουσθεὶς ἀνεχώρησε, καὶ ἀπ’ αὐτοῦ ἀποπειράσασθαι μὲν τῆς ἀνόδου, ἀντιστατοῦντος τοῦ πράγματος, οὐκέτι ἐτόλμα, φυλακὴν δὲ κατεσπουδας μένην, ὡς ἔνι μάλιστα, κατεστήσατο, ὅπως οἱ πιεζόμενοι τῷ λιμῷ οἱ ἐν Παπούᾳ σφᾶς αὐτοὺς ἐγχειρισειαν, καὶ οὔτε ἀποδιδράσκειν αὐτοῖς ἐνεδίδου οὔτε τι τῶν ἔξωθεν ἐς αὐτοὺς φέρεσθαι.
6.4
ἔνθα δὴ τῷ τε Γελίμερι καὶ τοῖς ἀμφ’ αὐτὸν ἀδελφιδοῖς τε καὶ ἀνεψιαδοῖς οὖσι καὶ ἄλλοις εὖ γεγονόσι ξυνέπεσε κακοπαθείᾳ χρῆσθαι ἥν, ὅπως ποτὲ εἴποι τις, οὐκ ἂν ὁμοίως τοῖς πράγμασι φράζοι.
6.5
ἐθνῶν γὰρ ἁπάντων ὧν ἡμεῖς ἴσμεν ἁβρότατον μὲν τὸ τῶν Βανδίλων, ταλαιπωρότατον δὲ τὸ Μαυρουσίων τετύχηκεν εἶναι.
6.6
οἱ μὲν γάρ, ἐξ ὅτου Λιβύην ἔσχον, βαλανείοις τε οἱ ξύμπαντες ἐπεχρῶντο ἐς ἡμέραν ἑκάστην καὶ τραπέζῃ ἅπασιν εὐθηνούσῃ ὅσα δὴ γῆ τε καὶ θάλασσα ἥδιστά τε καὶ ἄριστα φέρει.
6.7
ἐχρυσοφόρουν δὲ ὡς ἐπὶ πλεῖστον, καὶ Μηδικὴν ἐσθῆτα, ἣν νῦν Σηρικὴν καλοῦσιν, ἀμπεχόμενοι, ἔν τε θεάτροις καὶ ἱπποδρομίοις καὶ τῇ ἄλλῃ εὐπαθείᾳ, καὶ πάντων μάλιστα κυνηγεσίοις τὰς διατριβὰς ἐποιοῦντο.
6.8
καὶ σφίσιν ὀρχησταὶ καὶ μῖμοι ἀκούσματά τε συχνὰ καὶ θεάματα ἦν, ὅσα μουσικά τε καὶ ἄλλως ἀξιοθέατα ξυμβαίνει ἐν ἀνθρώποις εἶναι.