Book 4
5.12
ὁ δέ, ἐπεὶ ταῦτα ἤκουσε, πρὸς τοὺς ἄρχοντας οἳ ταύτῃ ἦσαν ἔγραψε τάδε· “Λιλύβαιον τὸ Βανδίλων φρούριον τῶν βασιλέως δούλων ἀποστερεῖτε ἡμᾶς, οὐ δίκαια ποιοῦντες οὐδὲ ὑμῖν αὐτοῖς ξύμφορα, καὶ ἄρχοντι τῷ ὑμετέρῳ οὔτι ἑκόντι καὶ μακρὰν ἀπολελειμμένῳ τῶν πρασσομένων ἐκπολεμῶσαι βούλεσθε βασιλέα τὸν μέγαν, οὗ τὴν εὔνοιαν πόνῳ πολλῷ κτησάμενος ἔχει.
5.13
καίτοι πῶς οὐκ ἂν ἀπὸ τοῦ ἀνθρωπείου τρόπου ποιεῖν δόξαιτε, εἰ Γελίμερα μὲν ἔναγχος ἔχειν ξυνεχωρεῖτε τὸ φρούριον, βασιλέα δὲ τὸν τοῦ Γελίμερος κύριον ἀφαιρεῖσθαι τὰ τοῦ δούλου κτήματα ἔγνωτε;
5.14
μὴ ὑμεῖς γε, ὦ βέλτιστοι. ἀλλ’ ἐνθυμεῖσθε, ὡς φιλία μὲν αἰτίας πολλὰς καλύπτειν πέφυκεν, ἔχθρα δὲ οὐδὲ τῶν σμικροτάτων ἀδικημάτων ἀνέχεται, ἀλλὰ διερευνᾶται μὲν ἅπαντα ἄνωθεν, οὐ περιορᾷ δὲ πλουτοῦντας τοῖς γε οὐδὲν προσήκουσι τοὺς πολεμίους.
5.15
εἶτα μάχεται ὑπὲρ ὧν τοὺς προγόνους ἠδικῆσθαί φησι· καὶ ἢν μὲν σφαλῇ ἐν τῷ κινδύνῳ, ἀπώλεσε τῶν ὑπαρχόντων οὐδέν, εὐημερήσασα δὲ μεταμανθάνειν ποιεῖ τοὺς ἡσσημένους τὸ σύγγνωμον.
5.16
ὑμεῖς οὖν μήτε δράσητε ἡμᾶς μηδὲν περαιτέρω κακὸν μήτε αὐτοὶ πάθητε, μήτε πολέμιον κατεργάσησθε τῷ Γότθων γένει βασιλέα τὸν μέγαν, ὃν ὑμῖν ἵλεων εἶναι ἐν εὐχῇ ἐστιν.
5.17
εὖ γὰρ ἴστε ὡς τοῦδε μεταποιουμένοις ὑμῖν τοῦ φρουρίου ὁ πόλεμος ἐν ποσὶν ἔσται οὐχ ὑπὲρ τοῦ Λιλυβαίου μόνον, ἀλλ’ ὑπὲρ ἁπάντων ὧν οὐδὲν προσῆκον ὑμῖν εἶτα ἀντέχεσθε.”
5.18
Τοσαῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου. Γότθοι δὲ ἀνήνεγκάν τε ταῦτα ἐς τοῦ Ἀταλαρίχου τὴν μητέρα καὶ πρὸς τῆς γυναικὸς ἐπιτεταγμένον σφίσιν ἀπεκρίναντο ὧδε·