Book 4
5.5
ἐς δὲ Καισάρειαν τὴν ἐν Μαυριτανοῖς Βελισάριος Ἰωάννην ξὺν λόχῳ πεζικῷ οὗ δὴ αὐτὸς ἡγεῖτο ἔπεμψεν, ἣ ὁδῷ μὲν ἡμερῶν τριάκοντα εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχει, ἐς Γάδειρά τε καὶ τὰς ἡλίου δυσμὰς ἰόντι· κεῖται δὲ ἐπὶ θαλάσσῃ, μεγάλη τε καὶ πολυάνθρωπος ἐκ παλαιοῦ οὖσα.
5.6
Ἰωάννην δὲ ἄλλον, τῶν οἰκείων ὑπασπιστῶν ἕνα, ἐς τὸν ἐν Γαδείροις πορθμὸν καὶ τὴν ἑτέραν τῶν Ἡρακλέους στηλῶν ἔπεμψε, τὸ ἐκείνῃ φρούριον, ὃ Σέπτον καλοῦσι, καθέξοντα.
5.7
ἐς δὲ τὰς νήσους αἵπερ ἀγχοῦ εἰσι τῆς ὠκεανοῦ ἐσβολῆς, Ἔβουσά τε καὶ Μαϊορίκα καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι, Ἀπολλινάριον ἔστειλεν, ὃς ἐξ Ἰταλίας μὲν ὥρμητο, μειράκιον δὲ ὢν ἔτι ἐς Λιβύην ἀφῖκτο.
5.8
καὶ πολλοῖς χρήμασι πρὸς Ἰλδερίχου τότε Βανδίλων ἡγουμένου δεδωρημένος, ἐπεὶ παρελέλυτο τῆς ἀρχῆς Ἰλδέριχος καὶ ἐν φυλακῇ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, εἴχετο, ἐς Ἰουστινιανὸν βασιλέα ξὺν Λίβυσι τοῖς ἄλλοις οἳ τὰ Ἰλδερίχου ἔπρασσον, ἱκετεύσων ἦλθε.
5.9
στρατεύσας τε ξὺν τῷ Ῥωμαίων στόλῳ ἐπὶ Γελίμερα καὶ Βανδίλους, ἀνὴρ ἀγαθὸς ἐν τῷ πολέμῳ τῷδε καὶ πάντων μάλιστα ἐν Τρικαμάρῳ ἐγένετο. καὶ ἀπ’ αὐτοῦ τοῦ ἔργου Βελισάριος τὰς νήσους οἱ τάσδε ἐπέτρεψε.
5.10
μετὰ δὲ καὶ ἐς Τρίπολιν Πουδεντίῳ τε καὶ Ταττιμοὺθ πρὸς τῶν ἐκείνῃ Μαυρουσίων πιεζομένοις στράτευμα πέμψας τὴν Ῥωμαίων δύναμιν ταύτῃ ἐπέρρωσε.
5.11
Στείλας δὲ καὶ ἐς Σικελίαν τινάς, ἐφ’ ᾧ τὸ ἐν Λιλυβαίῳ φρούριον ἅτε τῇ Βανδίλων ἀρχῇ προσῆκον ἕξουσιν, ἀπεκρούσθη ἐνθένδε, Γότθων ἥκιστα ἀξιούντων Σικελίας τινὰ ξυγχωρεῖν μοῖραν, ὡς οὐδὲν τὸ φρούριον τοῦτο Βανδίλοις προσῆκον.