Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

4.38 μόλις μέντοι τοῦ λιμένος ἔξω γενόμενοι ξὺν κινδύνῳ μεγάλῳ τὴν ναῦν ἀνεκώχευον.
4.39 ὡς δὲ ἀφίκετο Βελισάριος εἰς τὸ Ἱππονερέγιον, πέμπει τινὰς παρ’ αὐτὸν Βονιφάτιος. οὓς δὴ ἐν ἱερῷ καθῆσθαι ἐκέλευεν, ἐροῦντας μὲν ὡς πρὸς Βονιφατίου σταλεῖεν τοῦ τὰ Γελίμερος χρήματα ἔχοντος, ἀποκρυψομένους δὲ ὅπη ποτὲ εἴη, πρίν γε δὴ τὰ πιστὰ λάβοιεν ὡς τὰ Γελίμερος χρήματα διδοὺς αὐτὸς ἀπαλλάξει κακῶν ἀπαθής, ἔχων ὅσα αὐτοῦ οἰκεῖα εἴη.
4.40 καὶ οἱ μὲν ταῦτα ἔπρασσον, Βελισάριος δὲ ἥσθη τε τῇ εὐαγγελίᾳ καὶ ὀμεῖσθαι οὐκ ἀπηξίου.
4.41 στείλας τε τῶν ἐπιτηδείων τινὰς τόν τε Γελίμερος πλοῦτον ἔλαβε καὶ Βονιφάτιον ξὺν τοῖς χρήμασι τοῖς αὐτοῦ ἀφῆκε, πάμπολύ τι χρῆμα τοῦ Γελίμερος συλήσαντα πλούτου.
5.1 Ἐπεὶ δὲ ἐς Καρχηδόνα ἀνέστρεφε, Βανδίλους τε ἅπαντας ἐν παρασκευῇ ἐποιεῖτο, ὅπως ἅμα ἦρι ἀρχομένῳ ἐς Βυζάντιον πέμψειε, καὶ στράτευμα ἔστελλεν ἐφ’ ᾧ ἀνασώσοιντο Ῥωμαίοις ἅπαντα ὧν Βανδίλοι ἦρχον.
5.2 Κύριλλον μὲν οὖν ξὺν πλήθει πολλῷ ἐς Σαρδὼ ἔπεμψε, τὴν Τζάζωνος κεφαλὴν ἔχοντα, ἐπεὶ οἱ νησιῶται οὗτοι ἥκιστα προσχωρεῖν Ῥωμαίοις ἐβούλοντο, δεδιότες τε τοὺς Βανδίλους καὶ οὐκ ἂν οἰόμενοι ἀληθῆ εἶναι ὅσα σφίσι ξυνενεχθῆναι ἐν Τρικαμάρῳ ἐλέγετο.
5.3 τούτῳ δὲ τῷ Κυρίλλῳ ἐπήγγελλε μοῖραν τοῦ στρατοῦ ἐς Κουρσικὴν πέμψαντα τῇ Ῥωμαίων ἀρχῇ τὴν νῆσον ἀνακτήσασθαι, Βανδίλων κατήκοον τὰ πρότερα οὖσαν, ἣ Κύρνος μὲν ἐν τοῖς ἄνω χρόνοις ἐπεκαλεῖτο, οὐ πόρρω δὲ ἀπὸ Σαρδοῦς ἐστιν.
5.4 ὁ δὲ ἐς Σαρδὼ ἀφικόμενος τήν τε Τζάζωνος κεφαλὴν τοῖς ταύτῃ ᾠκημένοις ἐπέδειξε καὶ ἄμφω τὰ νήσω τῇ Ῥωμαίων βασιλείᾳ ἐς φόρου ἀπαγωγὴν ἀνεσώσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme