Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

28.43 καὶ Πρεϊέκτα μὲν εὐθὺς ἡ Ἀρεοβίνδου γυνὴ μεγάλοις αὐτὸν ἐδωρήσατο χρήμασι, βασιλεὺς δὲ στρατηγὸν αὐτὸν κατεστήσατο Λιβύης ἁπάσης.
28.44 οὐ πολλῷ δὲ ὕστερον Ἀρταβάνης μὲν ἔχρῃζε βασιλέως ὅπως αὐτὸν ἐς Βυζάντιον μεταπέμποιτο,
28.45 βασιλεὺς δὲ τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο. καὶ τὸν Ἀρταβάνην μεταπεμψάμενος, Ἰωάννην τὸν Πάππου ἀδελφὸν Λιβύης στρατηγὸν μόνον αὐτὸν κατεστήσατο.
28.46 οὗτος Ἰωάννης ἐπεὶ τάχιστα ἐν Λιβύῃ ἐγένετο, Ἀντάλᾳ τε καὶ Μαυρουσίοις τοῖς ἐν Βυζακίῳ ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ νικήσας τῶν τε πολεμίων πολλοὺς ἔκτεινε καὶ σημεῖα πάντα τὰ Σολόμωνος τούτους δὴ τοὺς βαρβάρους ἀφελόμενος βασιλεῖ ἔπεμψεν, ἅπερ αὐτοὶ ληισάμενοι ἔτυχον ἡνίκα Σολόμων ἐξ ἀνθρώπων ἠφάνιστο. τοὺς δὲ λοιποὺς ὡς ἀπωτάτω ἐξήλασε τῆς Ῥωμαίων ἀρχῆς.
28.47 χρόνῳ δὲ ὕστερον οἱ Λευάθαι αὖθις στρατῷ μεγάλῳ ἐκ τῶν ἐπὶ Τριπόλεως χωρίων ἐς Βυζάκιον ἀφικόμενοι τοῖς ἀμφὶ τὸν Ἀντάλαν ξυνέμιξαν.
28.48 οἷσπερ Ἰωάννης ὑπαντιάσας ἡσσηθείς τε τῇ ξυμβολῇ καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἐς Λαρίβους φεύγει.
28.49 καὶ τότε δὴ οἱ πολέμιοι μέχρι ἐς Καρχηδόνα ξύμπαντα καταθέοντες τὰ ἐκείνῃ χωρία ἀνήκεστα ἔργα Λίβυας τοὺς παραπεπτωκότας εἰργάσαντο.
28.50 οὐ πολλῷ δὲ ὕστερον Ἰωάννης τῶν στρατιωτῶν τοὺς περιγενομένους ἀγείρας καὶ Μαυρουσίους ἄλλους τε καὶ τοὺς ἀμφὶ Κουτζίναν ἐς ξυμμαχίαν ἐπαγαγόμενος τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε καὶ αὐτοὺς ἐκ τοῦ παραδόξου ἐτρέψατο.
28.51 Ρωμαῖοί τε αὐτοῖς φεύγουσι κόσμῳ οὐδενὶ ἐπισπόμενοι μοῖραν μὲν αὐτῶν πολλὴν ἔκτεινον, οἱ δὲ λοιποὶ ἐς τῆς Λιβύης τὰς ἐσχατιὰς διέφυγον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme