Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

28.24 ὅπερ ὁ Πέτρος ἰδὼν ξυνῆκε τὸ ποιούμενον, οὐ μέντοι ἐξήνεγκεν ἐς τῶν ἄλλων τινά, ἐπεὶ αὐτὸν βασιλεῖ εὐνοϊκῶς ἔχοντα λίαν ἤρεσκε τὰ πρασσόμενα.
28.25 τὸν δὲ Ἀρτασίρην, ἄγχιστά πη τοῦ τυράννου ἐλθόντα, τῶν τις οἰκετῶν ὦσε, μικρόν τε ὄπισθεν ἀποκεχωρηκότος κατενόησε τὸ ξίφος γυμνὸν ἀνέκραγέ τε, “Τί τοῦτο, βέλτιστε” ;
28.26 λέγων. ὁ μὲν οὖν Γόνθαρις παρὰ τῶν ὤτων τὸ δεξιὸν τὴν χεῖρα ἐπιβαλὼν στρέψας τε τὸ πρόσωπον ἐς αὐτὸν ἔβλεπεν.
28.27 Ἀρτασίρης δὲ αὐτὸν τῷ ξίφει μεταξὺ ἔπαισε καὶ τοῦ βρέγματος μοῖράν τινα ξὺν τοῖς δακτύλοις ἀπέκοψε.
28.28 Πέτρος δὲ ἀναβοήσας ἐνεκελεύετο τῷ Ἀρτασίρῃ τὸν ἀνοσιώτατον κτείνειν ἀνθρώπων ἁπάντων.
28.29 ἀναθρώσκοντα δὲ Γόνθαριν Ἀρταβάνης ἰδὼν ʽἐγγύθι γὰρ κατεκλίνετὀ μάχαιραν ἀμφήκη σπασάμενος, ἥ οἱ παρὰ τὸν μηρὸν ἀπεκρέματο μεγάλη τις οὖσα, ἐς τὴν ἀριστερὰν τοῦ τυράννου πλευρὰν ἄχρι ἐς τὴν λαβὴν ξύμπασαν ὤσας ἐνταῦθα μεθῆκε.
28.30 καὶ ὃς οὐδέν τι ἧσσον ἀναθορεῖν ἐπεχείρησεν, ἅτε δὲ καιρίαν λαβὼν αὐτοῦ ἔπεσεν.
28.31 ὁ μὲν οὖν Οὐλίθεος τῷ Ἀρτασίρῃ τὸ ξίφος ὡς κατὰ κόρρης κατάξων ἐπήνεγκεν· ὁ δὲ τῆς κεφαλῆς χεῖρα τὴν ἀριστερὰν προβαλλόμενος τῆς ἐννοίας τῆς αὑτοῦ ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο.
28.32 τοῦ ξίφους γάρ οἱ τὴν ἀκμὴν ἀποθεμένου ἐν ταῖς ἐπὶ τῆς χειρὸς τῶν βελῶν ἐκτομαῖς, αὐτὸς ἀπαθὴς γεγονὼς ἔκτεινε τὸν Οὐλίθεον οὐδενὶ πόνῳ.
28.33 Πέτρος δὲ καὶ Ἀρταβάνης, ὁ μὲν τὸ Γονθάριδος ξίφος, ὁ δὲ τὸ τοῦ Οὐλιθέου πεπτωκότος ἁρπάσας, τῶν δορυφόρων τοὺς λειπομένους αὐτοῦ ἔκτειναν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme