Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

27.27 τῇ δὲ ὑστεραίᾳ Ἰωάννης μὲν καὶ Οὐλίθεος, μοῖράν τινα τοῦ στρατοῦ ἔχοντες, αὐτοῦ ἔμειναν, Ἀρταβάνης δὲ καὶ Κουτζίνας ἐπῆγον ἐπὶ τοὺς ἐναντίους τὸ στράτευμα.
27.28 οὓς δὴ οὐ ξυνενεγκόντες οἱ ξὺν τῷ Ἀντάλᾳ Μαυρούσιοι ἐς φυγὴν ὥρμηντο.
27.29 ἀλλ’ ἐθελοκακήσας Ἀρταβάνης ἐκ τοῦ αἰφνιδίου στρέψας τε τὸ σημεῖον ὀπίσω ἀπήλαυνε.
27.30 διὸ δὴ Οὐλίθεος αὐτὸν ἐς τὸ στρατόπεδον ἥκοντα κτείνειν διενοεῖτο.
27.31 παραιτούμενος δὲ Ἀρταβάνης ἔφασκε δεῖσαι μὴ Μαρκέντιος ἐξ Ἀδραμητοῦ πόλεως ἐπιβοηθήσας τοῖς ἐναντίοις, ὅπη ἐνταῦθα ἐτύγχανεν ὤν, ἀνήκεστα σφᾶς ἔργα ἐργάσηται·
27.32 ἀλλὰ Γόνθαριν χρῆναι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἰέναι.
27.33 καὶ τὰ μὲν πρῶτα ἐβουλεύετο ἐς Ἀδραμητὸν ἰὼν ξὺν τοῖς ἑπομένοις τῷ βασιλέως στρατῷ ἀναμίγνυσθαι.
27.34 ἄμεινον δέ οἱ πολλὰ διαλογισαμένῳ ἔδοξεν εἶναι Γόνθαριν ἐξ ἀνθρώπων ἀφανίσαντι βασιλέα τε καὶ Λιβύην πραγμάτων ἀπαλλάξαι δυσκόλων.
27.35 ἀναστρέψας οὖν ἐς Καρχηδόνα τῷ τυράννῳ ἀπήγγελλεν ὅτι δὴ στρατεύματος αὐτῷ πλείονος ἐπὶ τοὺς πολεμίους δεήσει.
27.36 ὁ δὲ Πασιφίλῳ κοινολογησάμενος ἅπαντα μὲν ἐξοπλίσαι τὸν στρατὸν ἤθελεν, αὐτὸς δὲ φυλακὴν ἐν Καρχηδόνι καταστησάμενος ἐπὶ τοὺς πολεμίους τῷ στρατῷ ἐξηγήσασθαι.
27.37 πολλοὺς μὲν οὖν ἐς ἡμέραν ἑκάστην ἀνῄρει ἐς οὓς ὑποψίᾳ τινὶ καὶ λόγον οὐκ ἐχούσῃ ἐχρῆτο.
27.38 τῷ δὲ Πασιφίλῳ ἐπέστελλεν, ὃν δὴ καταστήσεσθαι ἐπὶ Καρχηδόνος φυλακῇ ἔμελλε, τοὺς Γραικοὺς ἅπαντας οὐδὲν ὑπολογισαμένῳ κτεῖναι.
28.1 Τά τε ἄλλα διοικησάμενος ὅπη οἱ ἐδόκει ὡς ἄριστα ἔχειν, τοὺς ἐπιτηδείους ἑστιᾶν ἔγνω, ὡς ἡμέρᾳ τῇ ἐπιούσῃ τὴν ἔξοδον ποιησόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme