Book 4
27.19
Γρηγόριος μὲν τοσαῦτα εἶπεν· Ἀρταβάνου δὲ τὴν διάνοιαν ἐπὶ τὸν τύραννον ἔτι μᾶλλον ὥρμησεν.
27.20
ὁ δὲ Γόνθαρις Ἀρεοβίνδου μὲν τήν τε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐκ τοῦ φρουρίου ἐξαγαγὼν ἐπί τινος οἰκίας ἠνάγκασε μένειν, οὔτε τι ὑβρίσας λόγῳ ἢ ἔργῳ ὁτῳοῦν ἐς αὐτὰς οὔτε τὰ ἐπιτήδεια ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἐχούσας οὔτε τι ἄλλο βιασθείσας εἰπεῖν ἢ πρᾶξαι, πλήν γε δὴ ὅτι γράψαι πρὸς τὸν θεῖον ἡ Πρεϊέκτα ἠνάγκαστο ὡς Γόνθαρις μὲν αὐτάς τε τιμῴη ἐς ἄγαν καὶ καθαρὸς εἴη παντάπασι τοῦ τἀνδρὸς φόνου, Οὐλιθέῳ δὲ τὸ κακὸν ἐργασθείη, Γονθάριδος οὐδαμῆ ἐπαινοῦντος.
27.21
ἔπρασσε δὲ ταῦτα ὁ Γόνθαρις Πασιφίλῳ ἀναπεισθείς, ἀνδρὶ γεγονότι μὲν τῶν ἐν Βυζακίῳ στασιωτῶν πρώτῳ, ξυναραμένῳ δὲ αὐτῷ μάλιστα ἐς τὴν τῆς τυραννίδος ἐπίθεσιν.
27.22
ἰσχυρίζετο γὰρ ὁ Πασίφιλος, ἢν ταῦτα ποιοίη, ξυνοικιεῖν τε αὐτῷ βασιλέα τὴν κόρην καὶ προῖκα κατὰ τὸ ξυγγενὲς ἐπιδώσειν χρημάτων μεγάλων.
27.23
Ἀρταβάνην τε τῷ στρατῷ ἐξηγεῖσθαι ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ ἐκέλευε.
27.24
Κουτζίνας γάρ, ἅτε τῷ Ἀντάλᾳ προσκεκρουκώς, ἀπέστη τε αὐτοῦ ἐκ τοῦ ἐμφανοῦς καὶ Γονθάριδι προσεχώρησεν· ᾧ δὴ τόν τε παῖδα καὶ τὴν μητέρα ἐν ὁμήρων λόγῳ παρέσχετο.
27.25
τὸ μὲν οὖν στράτευμα ἡγουμένου Ἀρταβάνου εὐθὺς ἐπὶ τὸν Ἀντάλαν ἐχώρει. ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης, ὁ τῶν Στότζα στασιωτῶν ἄρχων, καὶ Οὐλίθεος ὁ δορυφόρος· εἵποντο δὲ καὶ Μαυρούσιοι,
27.26
ὧν Κουτζίνας ἦρχε. πόλιν τε Ἀδραμητὸν διαμείψαντες καταλαμβάνουσι τοὺς ἐναντίους ἐνταῦθά πη ὄντας, καὶ στρατοπεδευσάμενοι ὀλίγῳ ἄποθεν τῶν πολεμίων ηὐλίσαντο.