Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

27.1 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ τὴν μὲν Ἀρεοβίνδου κεφαλὴν παρὰ τὸν Ἀντάλαν ὁ Γόνθαρις ἔπεμψε, τὰ δὲ χρήματα καὶ τοὺς στρατιώτας αὐτὸν ἀποστερεῖν ἔγνω.
27.2 Ἀντάλας τοίνυν, ὅτι τέ οἱ τῶν ξυγκειμένων οὐδὲν ἐπετέλει, δεινὰ ἐποιεῖτο, καὶ τά τε ὀμωμοσμένα τά τε εἰργασμένα τῷ Γονθάριδι ἐς τὸν Ἀρεόβινδον ἐννοῶν ἤσχαλλεν.
27.3 οὐ γάρ οἱ ἐδόκει ὁ τοιούτους ὅρκους ἠδικηκὼς οὔτε αὐτῷ ποτε οὔτε ἄλλῳ ὁτῳοῦν πιστὸς ἔσεσθαι.
27.4 πολλὰ γοῦν ἐν αὑτῷ λογισάμενος Ἰουστινιανῷ βασιλεῖ προσχωρεῖν ἤθελε· διὸ δὴ ὀπίσω ἀπήλαυνε.
27.5 γνούς τε Μαρκέντιον, ὃς τῶν ἐν Βυζακίῳ καταλόγων ἦρχεν, ἐς νῆσόν τινα τῶν ταύτῃ ἐπικειμένων καταφυγεῖν, πέμψας παρ’ αὐτὸν φράσας τε τὸν πάντα λόγον καὶ τὰ πιστὰ δούς, τὸν ἄνθρωπον ἐπηγάγετο.
27.6 καὶ Μαρκέντιος μὲν ἔμενε ξὺν τῷ Ἀντάλᾳ ἐν τῷ στρατοπέδῳ, στρατιῶται δὲ ὅσοι ἐν Βυζακίῳ διατριβὴν εἶχον, εὐνοϊκῶς βασιλεῖ ἔχοντες, Ἀδραμητὸν πόλιν ἐφύλασσον.
27.7 οἱ δὲ τοῦ Στότζα στρατιῶται, οὐχ ἥσσους ἢ χίλιοι ὄντες, αἰσθόμενοι τῶν ποιουμένων, Ἰωάννου σφίσιν ἡγουμένου, παρὰ τὸν Γόνθαριν ἐχώρησαν δρόμῳ·
27.8 καὶ ὃς αὐτοὺς ἀσμένως τῇ πόλει ἐδέξατο. ἦσαν δὲ Ῥωμαῖοι μὲν πεντακόσιοι, Οὖννοι δὲ ὀγδοήκοντα μάλιστα, οἱ δὲ λοιποὶ Βανδίλοι ἅπαντες.
27.9 καὶ Ἀρταβάνης τὰ πιστὰ λαβὼν ἔς τε τὸ Παλάτιον ξὺν τοῖς Ἀρμενίοις ἀνέβη καὶ τῷ τυράννῳ ὑπηρετήσειν ἐπιτάσσοντι ὡμολόγησε.
27.10 λάθρα δὲ ἀνελεῖν τὸν Γόνθαριν ἐβουλεύτετο, Γρηγορίῳ τε τῷ ἀνεψιῷ καὶ Ἀρτασίρῃ τῷ δορυφόρῳ κοινολογησάμενος τὸ βούλευμα τοῦτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme