Book 4
26.17
Ἔστι δέ τις ἐντὸς τοῦ Καρχηδόνος περιβόλου νεὼς πρὸς τῇ τῆς θαλάσσης ἀκτῇ, οὗ δὴ ἄνδρες οἰκοῦσιν οἷς τὰ ἐς τὸ θεῖον ἀκριβῶς ἤσκηται· μοναχοὺς καλεῖν τοὺς ἀνθρώπους ἀεὶ νενομίκαμεν· τοῦτον Σολόμων δειμάμενος τὸν νεὼν οὐ πολλῷ πρότερον τειχίσματί τε περιβαλὼν φρούριον ἐχυρώτατον κατεστήσατο.
26.18
ἐνταῦθα καταφυγὼν Ἀρεόβινδος ἐσεπήδησεν, ἔνθα τήν τε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐτύγχανε πέμψας.
26.19
τότε καὶ Ἀρταβάνης ἀπιὼν ᾤχετο, καὶ οἱ λοιποὶ ξύμπαντες ἐνθένδε ἀνεχώρουν ὡς ἕκαστός πη ἐδύνατο.
26.20
Γόνθαρις δὲ κατὰ κράτος νενικηκὼς ξὺν τοῖς στασιώταις τὸ Παλάτιον ἔσχε, καὶ τάς τε πύλας τόν τε λιμένα ἐνδελεχέστατα ἤδη ἐφύλαττε.
26.21
πρῶτα μὲν οὖν τὸν Ἀθανάσιον μετεπέμπετο, καὶ ὃς αὐτῷ οὐδὲν μελλήσας ἦλθε,
26.22
θωπείᾳ τε πολλῇ χρώμενος δόκησιν παρείχετο ὡς αὐτὸν ὅτι μάλιστα ἡ πρᾶξις ἀρέσκοι.
26.23
ἔπειτα δὲ τὸν τῆς πόλεως ἱερέα πέμψας Ἀρεόβινδον ἐκέλευε τὰ πιστὰ λαβόντα ἐς Παλάτιον ἥκειν, ἀπειλήσας πολιορκήσειν τε ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ δώσειν, ἀλλὰ πάσῃ μηχανῇ ἐξελὼν κτείνειν.
26.24
ὁ μὲν οὖν ἱερεὺς Ῥεπάρατος ἰσχυρίζετο Γονθάριδος γνώμῃ τῷ Ἀρεοβίνδῳ ὀμεῖσθαι, μηδὲν αὐτῷ ἄχαρι πρὸς ἐκείνου ξυμβήσεσθαι, φράσας καὶ ὅσα μὴ πειθομένῳ τῷ ἀνθρώπῳ ἠπείλησε.
26.25
δείσας δὲ Ἀρεόβινδος ὡμολόγησεν αὐτίκα τῷ ἱερεῖ ἕψεσθαι, ἢν τὸ θεῖον λουτρὸν ἱερουργήσας, ᾗπερ εἴθισται, εἶτα πρὸς αὐτοῦ οἱ ἀπομοσάμενος ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ δοίη.