Book 4
26.9
ἐπεὶ δὲ ὁ Φρέδας ἐπανήκων οὐδαμῆ ἀπαρνεῖσθαι Γόνθαριν τὴν τυραννίδα ἐσήγγελλεν, ἤδη ἐπ’ αὐτὸν ὡς ἐς μάχην ἰέναι διενοεῖτο.
26.10
Ἐν τούτῳ δὲ Γόνθαρις Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλεν, ὡς ἄνανδρός τε εἴη καὶ ἅμα μὲν δέει ἐς τοὺς πολεμίους ἐχόμενος, ἅμα δὲ τὰς συντάξεις σφίσιν ὡς ἥκιστα ἐθέλων διδόναι, δρασμόν τε ξὺν Ἀθανασίῳ βουλεύεται καὶ αὐτίκα ἐκ Μανδρακίου ἀποπλεῖν μέλλουσιν, ὅπως οἱ στρατιῶται λιμῷ τε καὶ Μαυρουσίοις μαχόμενοι διαφθείρωνται, ἐπυνθάνετό τε εἴπερ αὐτοῖς βουλομένοις εἴη ἄμφω ξυλλαβοῦσιν ἐν φυλακῇ ἔχειν.
26.11
οὕτω γὰρ ἤλπιζεν Ἀρεόβινδον ἢ τοῦ θορύβου ᾐσθημένον φυγῇ χρήσεσθαι, ἢ καταληφθέντα πρὸς τῶν στρατιωτῶν διαφθαρήσεσθαι οὐδενὶ λόγῳ.
26.12
χρήματα μέντοι αὐτὸς οἴκοθεν ὡμολόγει τοῖς στρατιώταις προΐεσθαι ὅσαπερ αὐτοῖς τὸ δημόσιον ὦφλε.
26.13
καὶ οἱ μὲν τούς τε λόγους ἐπῄνουν καὶ θυμῷ ἐς τὸν Ἀρεόβινδον πολλῷ εἴχοντο, μεταξὺ δὲ Ἀρεόβινδος ξύν τε Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις ἐνταῦθα ἀφίκεται.
26.14
καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ κάτω ἀμφὶ τὰς πύλας οὗ Γόνθαρις εἱστήκει, ἐν ᾗ οὐδέτεροι τὸ ἔλασσον ἔσχον.
26.15
ἔμελλόν τε ξυλλεγόμενοι ἐκ τῶν στρατοπέδων, ὅσοι βασιλεῖ εὐνοϊκῶς εἶχον, τοὺς στασιώτας κατὰ κράτος ἑλεῖν. οὐ γὰρ ἅπαντας ὁ Γόνθαρίς πω ἐξηπατήκει, ἀλλ’ οἱ πλεῖστοι ἔτι ταῖς γνώμαις ἀκραιφνεῖς ἔμενον.
26.16
Ἀρεόβινδος δὲ τότε πρῶτον ἄνδρας κτεινομένους ἰδὼν ʽοὐ γάρ πω ἐθὰς τοῦ θεάματος τούτου ἐτύγχανεν ὤν’ κατεπλάγη τε καὶ ἀποδειλιάσας οὐκ ἐνεγκών τε τὰ ὁρώμενα φεύγει.