Book 4
1.1
Γελίμερ δέ, ἐπεὶ Βανδίλους ἅπαντας ἐς ταὐτὸ εἶδεν ἀγηγερμένους, ἐπῆγεν ἐς Καρχηδόνα τὸ στράτευμα.
1.2
γενόμενοί τε αὐτῆς ἄγχιστα τόν τε ὀχετὸν ἀξιοθέατον ὄντα διεῖλον, ὃς ἐς τὴν πόλιν ἐσῆγε τὸ ὕδωρ, καὶ χρόνον τινὰ ἐνστρατοπεδευσάμενοι ὑπεχώρησαν, ὡς οὐδεὶς σφίσιν ἐπεξῄει τῶν πολεμίων.
1.3
περιιόντες δὲ τὰ ἐκείνῃ χωρία τάς τε ὁδοὺς ἐν φυλακῇ ἐποιοῦντο καὶ Καρχηδόνα πολιορκεῖν ταύτῃ ᾤοντο, οὐ μὴν οὔτε ἐληίζοντο οὐδὲν οὔτε τὴν γῆν ἐδῄουν, ἀλλ’ ὡς οἰκείας μετεποιοῦντο.
1.4
ἅμα δὲ καὶ προδοσίαν τινὰ ἔσεσθαι σφίσιν ἐν ἐλπίδι εἶχον Καρχηδονίων τε αὐτῶν καὶ Ῥωμαίων στρατιωτῶν ὅσοις ἡ τοῦ Ἀρείου δόξα ἤσκητο.
1.5
πέμψαντες δὲ καὶ ἐς τῶν Οὔννων τοὺς ἄρχοντας, καὶ πολλὰ ἔσεσθαι αὐτοῖς ἀγαθὰ πρὸς Βανδίλων ὑποσχόμενοι, ἐδέοντο φίλους τε καὶ ξυμμάχους γενέσθαι σφίσιν.
1.6
οἱ δὲ οὐδὲ πρότερον εὐνοϊκῶς ἐς τὰ Ῥωμαίων πράγματα ἔχοντες ἅτε οὐδὲ ξύμμαχοι αὐτοῖς ἑκούσιοι ἥκοντες ʽἔφασκον γὰρ τὸν Ῥωμαίων στρατηγὸν Πέτρον ὀμωμοκότα τε καὶ τὰ ὀμωμοσμένα ἠλογηκότα οὕτω δὴ σφᾶς ἀπαγαγεῖν ἐς τὸ Βυζάντιον̓, λόγους τε τοὺς Βανδίλων ἐνεδέχοντο καὶ ὡμολόγουν, ἐπειδὰν ἐν αὐτῷ τῷ ἔργῳ γένωνται, ξὺν αὐτοῖς ἐπὶ τὸ Ῥωμαίων στράτευμα τρέψεσθαι.
1.7
ταῦτα δὲ ἅπαντα Βελισάριος ἐν ὑποψίᾳ ἔχων (ἠκηκόει γὰρ πρὸς τῶν αὐτομόλων, ἅμα δὲ καὶ ὁ περίβολος οὔπω ἐτετέλεστο ἅπας) ἐξιτητὰ μὲν σφίσιν ἐπὶ τοὺς πολεμίους ἐν τῷ παρόντι οὐκ ᾤετο εἶναι, τὰ δὲ ἔνδον ὡς ἄριστα ἐξηρτύετο.