Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

25.3 καὶ οὗτοι παντάπασιν ἄναρχοι. ὅσοι γὰρ ἔν τε Μαυριτανίᾳ καὶ Νουμιδίᾳ καὶ Βυζακίῳ Μαυρουσίων ἦρχον, πρέσβεις ὡς Βελισάριον πέμψαντες δοῦλοί τε βασιλέως ἔφασκον εἶναι καὶ ξυμμαχήσειν ὑπέσχοντο.
25.4 εἰσὶ δὲ οἳ καὶ τοὺς παῖδας ἐν ὁμήρων παρείχοντο λόγῳ, τά τε ξύμβολα σφίσι παρ’ αὐτοῦ στέλλεσθαι τῆς ἀρχῆς κατὰ δὴ τὸν παλαιὸν νόμον ἐδέοντο.
25.5 νόμος γὰρ ἦν Μαυρουσίων ἄρχειν μηδένα, κἂν Ῥωμαίοις πολέμιος ᾖ, πρὶν ἂν αὐτῷ τὰ γνωρίσματα τῆς ἀρχῆς ὁ Ῥωμαίων βασιλεὺς δοίη.
25.6 ἅπερ ἤδη πρὸς Βανδίλων λαβόντες οὐκ ᾤοντο ἐν βεβαίῳ τὴν ἀρχὴν ἔχειν.
25.7 ἔστι δὲ τὰ ξύμβολα ταῦτα ῥάβδος τε ἀργυρᾶ κατακεχρυσωμένη καὶ πῖλος ἀργυροῦς οὐχ ὅλην τὴν κεφαλὴν σκέπων, ἀλλ’ ὥσπερ στεφάνη τελαμῶσιν ἀργυροῖς πανταχόθεν ἀνεχόμενος, καὶ τριβώνιόν τι λευκὸν ἐς χρυσῆν περόνην κατὰ τὸν δεξιὸν ὦμον ἐν χλαμύδος σχήματι Θετταλῆς ξυνιόν, χιτών τε λευκὸς ποικίλματα ἔχων, καὶ ἀρβύλη ἐπίχρυσος.
25.8 Βελισάριος δὲ ταῦτά τε αὐτοῖς ἔπεμψε καὶ χρήμασι πολλοῖς αὐτῶν ἕκαστον ἐδωρήσατο.
25.9 οὐ μέντοι αὐτῷ ἐς ξυμμαχίαν ἀφίκοντο, οὐ μὴν οὐδὲ Βανδίλοις ἐπαμύνειν ἐτόλμησαν, ἀλλ’ ἐκποδὼν ἀμφοτέροις στάντες ἐκαραδόκουν ὅπη ποτὲ ἡ τοῦ πολέμου τύχη ἐκβήσεται. ὧδε μὲν Ῥωμαίοις τὰ πράγματα εἶχε.
25.10 Γελίμερ δὲ τῶν τινα Βανδίλων ἐς Σαρδὼ ἔπεμψεν, ἐπιστολὴν πρὸς Τζάζωνα τὸν ἀδελφὸν ἔχοντα. ὃς ἐς τὴν παραλίαν κατὰ τάχος ἐλθὼν ὁλκάδος τε ἀναγομένης ἐπιτυχών, ἐς Καρανάλεως τὸν λιμένα κατέπλευσε καὶ Τζάζωνι τὴν ἐπιστολὴν ἐνεχείρισεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε·
25.11 “Οὐκ ἦν, οἶμαι, Γώδας ὁ τὴν νῆσον ἡμῶν ἀποστήσας, ἀλλά τις ἄτη ἐξ οὐρανοῦ ἐς Βανδίλους ἐπιπεσοῦσα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme