Book 3
24.4
τῶν δὲ πολεμίων οἳ ἐτόλμησαν ἐς τὴν ἡμετέραν στρατεύεσθαι, ἔλπιζε τὴν πεῖραν ἐς τοῦτο ἀφίξεσθαι τύχης, ἐς ὃ καὶ πρότερον τοῖς ἐπὶ τοὺς προγόνους τοὺς ἡμετέρους στρατευσαμένοις ἐχώρησε.”
24.5
ταῦτα οἱ λαβόντες τὰ γράμματα, οὐδὲν πολέμιον ἐν νῷ ἔχοντες, κατέπλευσαν ἐς τὸν τῶν Καρχηδονίων λιμένα.
24.6
καὶ πρὸς τῶν φυλάκων παρὰ τὸν στρατηγὸν ἀπαχθέντες τά τε γράμματα ἐνεχείρισαν καὶ περὶ ὧν τὰς πύστεις ἐποιεῖτο ἐσήγγελλον, οἷς τε ἐθεῶντο καταπεπληγμένοι καὶ τεθηπότες τῆς μεταβολῆς τὸ αἰφνίδιον· ἔπαθον μέντοι πρὸς Βελισαρίου οὐδὲν ἄχαρι.
24.7
Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ἕτερον ξυνηνέχθη τοιόνδε. Γελίμερ ὀλίγῳ πρότερον ἢ ἐς Λιβύην ὁ βασιλέως στόλος ἀφίκετο ἔπεμψε πρέσβεις ἐς Ἱσπανίαν ἄλλους τε καὶ Γοτθαῖον καὶ Φουσκίαν, ἐφ’ ᾧ δὴ Θεῦδιν, τὸν τῶν Οὐισιγότθων ἄρχοντα, πείσουσιν ὁμαιχμίαν πρὸς Βανδίλους θέσθαι.
24.8
οἵ, ἐπεὶ ἀπέβησαν εἰς τὴν ἤπειρον, τὸν ἐν Γαδείροις πορθμὸν διαβάντες, εὑρίσκουσι Θεῦδιν ἐν χωρίῳ μακρὰν ἀπὸ θαλάσσης κειμένῳ.
24.9
ἀναβάντας δὲ παρ’ αὐτὸν τοὺς πρέσβεις ὁ Θεῦδις φιλοφροσύνης τε ἠξίωσε καὶ προθύμως εἱστία, ἔν τε τῇ θοίνῃ ἐπυνθάνετο δῆθεν ὅπη ποτὲ Γελίμερί τε καὶ Βανδίλοις τὰ πράγματα ἔχοι.
24.10
τούτων δὲ τῶν πρέσβεων σχολαίτερον ἐς αὐτὸν ἰόντων ἔτυχεν ἀκηκοὼς ἅπαντα ὅσα Βανδίλοις ξυνέπεσεν.
24.11
ὁλκὰς γὰρ μία ἐπ’ ἐμπορίᾳ πλέουσα ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ στράτευμα εἰς Καρχηδόνα εἰσήλασεν, ἐνθένδε ἀναγομένη καὶ πνεύματος ἐπιφόρου ἐπιτυχοῦσα,
24.12
ἐς Ἱσπανίαν ἦλθεν. ὅθεν δὴ ὁ Θεῦδις μαθὼν ὅσα ἐν Λιβύῃ ξυνηνέχθη γενέσθαι ἀπεῖπε τοῖς ἐμπόροις μηδενὶ φράζειν, ὡς μὴ ταῦτα ἔκπυστα ἐς τὸ πᾶν γένηται.