Book 3
2.33
Ἀρκαδίου γὰρ ἤδη πολλῷ πρότερον τελευτήσαντος, Θεοδόσιος ἐκείνου υἱός, ἔτι παῖς ὢν κομιδῆ, εἶχε τῆς ἕω ἀρχήν.
2.34
ταῦτα Ὁνωρίῳ καραδοκοῦντι καὶ ἐν τρικυμίαις φερομένῳ τῆς τύχης εὐτυχήματα θαυμάσια ἡλίκα ξυνηνέχθη γενέσθαι.
2.35
φιλεῖ γὰρ ὁ θεὸς τοῖς οὔτε ἀγχίνοις οὔτε τι οἴκοθεν μηχανᾶσθαι οἵοις τε οὖσιν, ἢν μὴ πονηροὶ εἶεν, ἀπορουμένοις τὰ ἔσχατα ἐπικουρεῖν τε καὶ ξυλλαμβάνεσθαι· ὁποῖον δή τι καὶ τῷ βασιλεῖ τούτῳ τετύχηκεν.
2.36
ἔκ τε γὰρ Λιβύης ὡς διαφθαρεῖεν οἱ Ἀττάλου ἄρχοντες ἄφνω ἠγγέλλετο, καὶ νηῶν πλῆθος ἐκ Βυζαντίου στρατιώτας ἔχουσαι ὅτι πλείστους ἐς ἐπικουρίαν αὐτῷ ἀφικομένους οὐ προσδεχομένῳ παρῆσαν, διάφορός τε Ἀττάλῳ γεγονὼς Ἀλάριχος τό τε τοῦ βασιλέως αὐτὸν ἀφαιρεῖται σχῆμα καὶ ἐν ἰδιώτου ἤδη τελοῦντα μοίρᾳ ἐν φυλακῇ εἶχε.
2.37
μετὰ δὲ Ἀλάριχος μὲν τελευτᾷ νόσῳ, ὁ δὲ τῶν Οὐισιγότθων στρατός, ἡγουμένου σφίσιν Ἀδαούλφου, ἐπὶ Γαλλίας ἐχώρησαν, καὶ Κωνσταντῖνος μάχῃ ἡσσηθεὶς ξὺν τοῖς παισὶ θνήσκει.
2.38
Βρεττανίαν μέντοι Ῥωμαῖοι ἀνασώσασθαι οὐκέτι ἔσχον, ἀλλ’ οὖσα ὑπὸ τυράννοις ἀπ’ αὐτοῦ ἔμεινε.
2.39
Γότθοι δὲ τὴν ἐπὶ τοῦ Ἴστρου διάβασιν ποιησάμενοι Παννονίαν μὲν τὰ πρῶτα ἔσχον, ἔπειτα δὲ βασιλέως δόντος ᾤκησαν τὰ ἐπὶ τῆς Θρᾴκης χωρία.
2.40
ἐνταῦθά τε οὐ πολὺν διατρίψαντες χρόνον τῆς ἑσπερίας ἐκράτησαν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς περὶ τῶν Γότθων εἰρήσεται.
3.1
Βανδίλοι δὲ ἀμφὶ τὴν Μαιῶτιν ᾠκημένοι λίμνην, ἐπειδὴ λιμῷ ἐπιέζοντο, ἐς Γερμανούς τε, οἳ νῦν Φράγγοι καλοῦνται, καὶ ποταμὸν Ῥῆνον ἐχώρουν,