Book 3
23.18
πληγὰς μέντοι ἐν τῷ πόνῳ τούτῳ καὶ αὐτὸς ἔλαβεν ἐς μὲν τὸν αὐχένα καὶ τὸ πρόσωπον τρεῖς, ἀφ’ ὧν δὴ παρ’ ὀλίγον ἀποθανεῖν ἦλθε, κατὰ δὲ χειρὸς τῆς λαιᾶς μίαν, ἐξ ἧς οὐκέτι τῶν δακτύλων τὸν σμικρότατον ἐνεργεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ὧδε γενέσθαι ξυνέβη.
23.19
Βελισάριος δὲ τοῖς τε περὶ τὴν οἰκοδομίαν τεχνίταις καὶ τῷ ἄλλῳ ὁμίλῳ χρήματα μεγάλα προτεινόμενος τάφρον τε λόγου πολλοῦ ἀξίαν ἀμφὶ τὸν περίβολον ὤρυξε κύκλῳ, καὶ σκόλοπας αὐτῇ ἐνθέμενος συχνοὺς εὖ μάλα περιεσταύρωσε.
23.20
καὶ μὴν καὶ τὰ πεπονθότα τοῦ τείχους ἐν βραχεῖ ἀνῳκοδομήσατο χρόνῳ, θαύματος ἄξιον οὐ Καρχηδονίοις μόνον, ἀλλὰ καὶ αὐτῷ Γελίμερι γεγονὸς ὕστερον.
23.21
ἐπειδὴ γὰρ δορυάλωτος ἐς Καρχηδόνα ἧκεν, ἠγάσθη τε ἰδὼν τὸ τεῖχος καὶ τὴν ὀλιγωρίαν τὴν αὑτοῦ πάντων οἱ ἔφη γεγονέναι τῶν παρόντων αἰτίαν. ταῦτα μὲν Βελισαρίῳ ἐν Καρχηδόνι ὄντι κατείργαστο ὧδε.
24.1
Τζάζων δέ, ὁ τοῦ Γελίμερος ἀδελφός, τῷ στόλῳ ᾧ ἔμπροσθεν εἴρηται ἐς Σαρδὼ ἀφικόμενος ἐς τὸν Καρανάλεως λιμένα ἀπέβη, καὶ τὴν πόλιν αὐτοβοεὶ εἷλε τόν τε τύραννον Γώδαν ἔκτεινε καὶ εἴ τι ἀμφ’ αὐτὸν μάχιμον ἦν.
24.2
καὶ ἐπεὶ ἐς γῆν τὴν Λιβύης τὸν βασιλέως στόλον ἤκουσεν εἶναι, οὔπω τι πεπυσμένος ὦν ταύτῃ ἐπέπρακτο, γράφει πρὸς Γελίμερα τάδε·
24.3
“Γώδαν ἀπολωλέναι τὸν τύραννον, ὑπὸ ταῖς ἡμετέραις γεγονότα χερσί, καὶ τὴν νῆσον αὖθις ὑπὸ τῇ σῇ βασιλείᾳ εἶναι, ὦ Βανδίλων τε καὶ Ἀλανῶν βασιλεῦ, ἴσθι καὶ τὴν ἐπινίκιον ἑορτὴν ἄγε.