Book 3
23.10
οἱ δὲ Βανδίλοι ὄρθρου βαθέος ἐνταῦθα ἐλθόντες διαφθεῖραι μὲν τὰς ἐκείνῃ θύρας ἢ εἰς τὴν οἰκίαν εἰσελθεῖν νύκτωρ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι, δείσαντες μὴ ἐς νυκτομαχίαν ἐμπεπτωκότες αὐτοὶ μὲν σφᾶς αὐτοὺς διαφθείρωσιν, ἔξοδον δὲ πλείστοις τῶν πολεμίων ἐν σκότῳ, ἂν οὕτω τύχοι, παρέξωσιν.
23.11
ἔπρασσον δὲ ταῦτα τῆς δειλίας αὐτοῖς ἐκπλησσούσης τὸν νοῦν, παρὸν σφίσιν οὐδενὶ πόνῳ φέρουσί τε πυρὰ καὶ τούτων χωρὶς οὐχ ὅσον ἀνόπλους, ἀλλὰ καὶ γυμνοὺς παντάπασι τοὺς πολεμίους ἐπὶ τῶν στρωμάτων λαβεῖν.
23.12
νῦν δὲ ἀμφὶ τὴν οἰκίαν ἅπασαν κύκλῳ καὶ διαφερόντως τὰς θύρας φάλαγγα ποιησάμενοι ἔστησαν ἅπαντες.
23.13
ἐν τούτῳ δὲ τῶν Ῥωμαίων στρατιωτῶν ἑνὶ ἐξ ὕπνου ἀναστῆναι ξυνέβη, ὅσπερ τοῦ θορύβου αἰσθόμενος ὃν δὴ οἱ Βανδίλοι φθεγγόμενοί τε ἐν σφίσιν αὐτοῖς λάθρα ἐποίουν καὶ ξὺν τοῖς ὅπλοις κινούμενοι, ξυμβαλεῖν τὸ ποιούμενον ἴσχυσε, καὶ τῶν ἑταίρων ἀνεγείρας σιωπῇ ἕκαστον τὰ πρασσόμενα φράζει.
23.14
οἱ δὲ Διογένους γνώμῃ τά τε ἱμάτια ἐνδιδύσκονται ἡσυχῆ ἅπαντες καὶ τὰ ὅπλα ἀνελόμενοι κάτω ἐχώρουν.
23.15
οὗ δὴ τοῖς ἵπποις τοὺς χαλινοὺς ἐπιθέμενοι ἀναθρώσκουσιν ἐπ’ αὐτούς, οὐδενὶ αἴσθησιν παρεχόμενοι. παρά τε τὴν αὔλειον χρόνον τινὰ στάντες ἀνακλίνουσι μὲν ἐξαπιναίως τὰς ταύτῃ θύρας, ἐξίασι δὲ εὐθὺς ἅπαντες.
23.16
οἱ μὲν οὖν Βανδίλοι ἔργου ἤδη ἐπ’ αὐτοὺς εἴχοντο, ἤνυτον δὲ οὐδέν. οἱ γὰρ Ῥωμαῖοι ταῖς τε ἀσπίσι φραξάμενοι καὶ τοῖς δορατίοις ἀμυνόμενοι τοὺς ἐπιόντας σπουδῇ ἤλαυνον.
23.17
οὕτω τε Διογένης τοὺς πολεμίους διέφυγε, δύο μὲν τῶν ἑπομένων ἀποβαλών, τοὺς δὲ λοιποὺς σώσας.