Book 3
22.10
γέρων δέ τις ἀνὴρ ἐν αὐτοῖς δόκιμος καὶ δόξαν ἐπὶ ξυνέσει πολλήν τινα ἔχων τὸ τοιοῦτον ἐπιτρέψειν οὐδαμῆ ἔφη. τῶν γὰρ ἀνθρωπείων οὐδ’ ὁτιοῦν ἐπὶ τοῦ ἀσφαλοῦς ἵστασθαι, ἀλλ’ εἶναι αὐτοῖς ἐς τὸν πάντα αἰῶνα βέβαιον μὲν τῶν ὄντων οὐδέν, τῶν δὲ οὐκ ὄντων οὐδὲν ἀμήχανον.
22.11
ταῦτα ὁ Γιζέριχος ἀκούσας ἐπῄνεσέ τε καὶ τοὺς πρέσβεις ἀπράκτους ἀποπέμπεσθαι ἔγνω. τότε μὲν οὖν αὐτός τε καὶ ὁ παραινέσας ἅτε τὰ ἀμήχανα προορώμενοι, πρὸς πάντων Βανδίλων γέλωτα ὦφλον.
22.12
ἐπεὶ δὲ ταῦτα ἅπερ ἐρρήθη ἐγένετο, μετέμαθόν τε τῶν ἀνθρωπείων πραγμάτων οἱ Βανδίλοι τὴν φύσιν καὶ σοφοῦ τὸ ἔπος εἶναι ἀνδρὸς ἔγνωσαν.
22.13
Τούτων μὲν οὖν Βανδίλων οἳ ἔμειναν ἐν γῇ τῇ πατρῴᾳ, οὔτε μνήμη τις οὔτε ὄνομα ἐς ἐμὲ σώζεται. ἅτε γάρ, οἶμαι, ὀλίγοις τισὶν οὖσιν ἢ βεβιάσθαι πρὸς βαρβάρων τῶν σφίσιν ὁμόρων ἢ ἀναμεμίχθαι οὔτι ἀκουσίοις τετύχηκε, τό τε ὄνομα ἐς αὐτούς πη ἀποκεκρίσθαι.
22.14
οὐ μὴν οὐδὲ ἡσσημένοις τότε πρὸς Βελισαρίου Βανδίλοις ἔννοια γέγονεν ἐς ἤθη τὰ πάτρια ἐνθένδε ἰέναι.
22.15
οὐ γὰρ εἶχον ἐκ Λιβύης ἐκ τοῦ αἰφνιδίου, ἄλλως τε καὶ νεῶν οὐ παρουσῶν σφίσιν, ἐς τὴν Εὐρώπην κομίζεσθαι, ἀλλ’ ἔτισαν ἐνταῦθα τὴν δίκην ἁπάντων ὧνπερ ἐς Ῥωμαίους εἰργάσαντο καὶ οὐχ ἥκιστα ἐς Ζακυνθίους.
22.16
Γιζέριχος γάρ, ἐπισκήψας ποτὲ τοῖς ἐν Πελοποννήσῳ χωρίοις, Ταινάρῳ προσβαλεῖν ἐνεχείρησεν. ἐνθένδε τε κατὰ τάχος ἀποκρουσθεὶς καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἀνεχώρησεν οὐδενὶ κόσμῳ.
22.17
διὸ δὴ τῷ θυμῷ ἔτι ἐχόμενος Ζακύνθῳ προσέσχε, καὶ πολλοὺς μὲν τῶν ἐν ποσὶ κτείνας, τῶν δὲ δοκίμων ἐς πεντακοσίους ἀνδραποδίσας δι’ ὀλίγου ἀπέπλευσεν.