Book 3
21.19
τοῦτον οἱ Βανδίλοι τὸν νεὼν ἐπὶ Ὁνωρίχου βασιλεύοντος τοὺς Χριστιανοὺς βιασάμενοι ἔσχον.
21.20
καὶ αὐτῶν ἐνθένδε ξὺν πολλῇ ἀτιμίᾳ τοὺς ἱερέας εὐθὺς ἐξελάσαντες αὐτοὶ τῶν ἱερῶν τὸ λοιπόν, ἅτε προσηκόντων Ἀρειανοῖς, ἐπεμελοῦντο.
21.21
ἀσχάλλουσιν οὖν διὰ ταῦτα καὶ διαπορουμένοις τοῖς Λίβυσι πολλάκις φασὶ τὸν Κυπριανὸν ὄναρ ἐπισκήψαντα φάναι ἀμφ’ αὐτῷ μεριμνᾶν τοὺς Χριστιανοὺς ἥκιστα χρῆναι· αὐτὸν γάρ οἱ προϊόντος τοῦ χρόνου τιμωρὸν ἔσεσθαι.
21.22
ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς τοὺς Λίβυας ἅπαντας ἦλθε, καραδοκεῖν μὲν αὐτοὺς τίσιν ποτέ τινα τῶν ἱερῶν τούτων ἕνεκα ἐς τοὺς Βανδίλους ἀφίξεσθαι, οὐκ ἔχειν μέντοι τεκμηριῶσαι ὅπη ποτὲ αὐτοῖς ἡ τοῦ ὀνείρου ὄψις ἐκβήσεται.
21.23
νῦν οὖν, ἐπεὶ ἐς Λιβύην ὁ βασιλέως στόλος ἀφίκετο ʽἐπανιὼν γὰρ ἤδη ὁ χρόνος τῇ ὑστεραίᾳ τὴν πανήγυριν ἀγαγεῖν ἔμελλεν̓, οἱ μὲν τῶν Ἀρειανῶν ἱερεῖς, καίπερ Ἀμμάτα Βανδίλοις ἐς Δέκιμον ἡγησαμένου, τό τε ἱερὸν ἐκάθηραν ἅπαν καὶ τῶν ἐνταῦθα ἀναθημάτων τὰ κάλλιστα ἐκρέμων, καὶ τὰ λύχνα ἐν παρασκευῇ ποιησάμενοι τά τε κειμήλια ἐξενεγκόντες ἐκ τῶν ταμιείων ἡτοίμαζον ἀκριβῶς ἅπαντα, ὥς πη αὐτῶν ἕκαστον ἐς τὴν χρείαν ἐπιτηδείως ἔχον ἐτύγχανε.
21.24
τὰ δὲ ἐν Δεκίμῳ οὕτως ὥσπερ μοι προδεδήλωται γενέσθαι ξυνέβη.
21.25
καὶ οἱ μὲν τῶν Ἀρειανῶν ἱερεῖς φεύγοντες ᾤχοντο, Χριστιανοὶ δὲ οἷς τὰ ἐς τὴν δόξαν ὀρθῶς ἤσκηται, ἀφικόμενοι ἐς τοῦ Κυπριανοῦ τὸν νεών, τά τε λύχνα ἔκαιον ἅπαντα καὶ τῶν ἱερῶν ἐπεμελοῦντο ᾗπερ αὐτοῖς τελεῖσθαι ταῦτα νόμος, οὕτω τε ἅπασιν ἃ δὴ προὔλεγεν ἡ τοῦ ὀνείρου ὄψις ἐγνώσθη. ἀλλὰ ταῦτα μὲν τῇδε ἐχώρησεν.