Book 3
21.4
Πάλλαντος γὰρ ἀνδρὸς Ἕλληνος ἐν τούτῳ τῷ χωρίῳ οἰκήσαντος πρὸ Ἰλίου ἁλώσεως οἰκίαν τε λόγου ἀξίαν ἐνταῦθα δειμαμένου, Παλάτιον μὲν τὸ οἴκημα τοῦτο ἐκάλουν, ἐπεὶ δὲ τὴν αὐτοκράτορα παραλαβὼν ἀρχὴν Αὔγουστος ἐνταῦθα καταλύειν τὸ πρῶτον ἔγνω, Παλάτιον ἀπ αὐτοῦ καλοῦσι τὸ χωρίον οὗ ἂν βασιλεὺς καταλύῃ.
21.5
ἐν Δέλφικι τοίνυν Βελισάριός τε ἤσθιε καὶ εἴ τι ἐν τῷ στρατεύματι δόκιμον ἦν.
21.6
τετύχηκε δὲ τὸ τῇ προτεραίᾳ τῷ Γελίμερι γεγονὸς ἄριστον ἐν παρασκευῇ εἶναι. καὶ ταῖς τε βρώσεσιν αὐταῖς εἱστιάθημεν ἥ τε τοῦ Γελίμερος θεραπεία παρετίθει τε καὶ ᾠνοχόει καὶ τὰ ἄλλα ὑπούργει.
21.7
παρῆν τε ἰδεῖν ὡραϊζομένην τὴν τύχην καὶ ποιουμένην ἐπίδειξιν ὡς ἅπαντά τε αὐτῆς εἴη καὶ οὐδὲν ἀνθρώπῳ ἴδιον γένοιτο.
21.8
Βελισαρίῳ δὲ ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ εὐδοκιμῆσαι ὡς οὔτε τῶν κατ’ αὐτὸν οὐδενὶ πώποτε οὔτε τῳ ἄλλῳ τῶν ἐκ παλαιοῦ γεγονότων τετύχηκε.
21.9
τῶν γὰρ δὴ Ῥωμαίων στρατιωτῶν οὐκ εἰωθότων θορύβου χωρὶς ἐς πόλιν κατήκοον σφίσιν οὐδ’ ἂν κατὰ πεντακοσίους εἶεν ἄλλως τε καὶ ἐκ τοῦ ἀπροσδοκήτου ἰέναι, οὕτω δὴ κοσμίους ἅπαντας ὁ στρατηγὸς οὗτος τοὺς ἀρχομένους παρέσχετο ὥστε οὐδὲ ὕβριν τινὰ ἢ ἀπειλὴν γενέσθαι,
21.10
οὐ μὴν οὐδέ τι ἐμπόδισμα τῇ κατὰ τὴν πόλιν ἐργασίᾳ ξυνέβη, ἀλλ’ ἐν ἁλούσῃ πόλει καὶ πολιτείαν μεταβαλούσῃ καὶ βασιλείαν ἀλλαξαμένῃ οὐδὲ τῶν ἀπὸ τῆς ἀγορᾶς ξυνέβη τινὸς τὴν οἰκίαν ἀποκεκλεῖσθαι, ἀλλ’ οἱ γραμματεῖς τὰ βιβλίδια γράψαντες τοὺς στρατιώτας, ὥσπερ εἰώθει, ἐς τὰς οἰκίας εἰσήγαγον, αὐτοί τε ὤνιον ἀπὸ τῆς ἀγορᾶς τὸ ἄριστον λαβόντες ὡς ἑκάστῳ ἦν βουλομένῳ ἡσύχαζον.