Book 3
20.21
τοσαῦτα παραινέσας ἔς τε Καρχηδόνα εἰσῆλθε καί, ἐπεὶ πολέμιον σφίσιν οὐδὲν ἐφαίνετο, ἐς τὸ Παλάτιον ἀναβὰς ἐν τῷ Γελίμερος θρόνῳ ἐκάθισεν.
20.22
ἐνταῦθα ἐντυχόντες πολλῇ κραυγῇ Βελισαρίῳ ἐμπόρων τε πλῆθος καὶ ἄλλοι Καρχηδόνιοι ὅσοις ἐπιθαλάσσια τὰ οἰκία τετύχηκεν εἶναι, ᾐτιῶντο ἁρπαγὴν σφίσι τῶν ὑπαρχόντων τῇ προλαβούσῃ νυκτὶ πρὸς τῶν ναυτῶν ξυμβῆναι.
20.23
ὁ δὲ Καλώνυμον ὅρκοις καταλαμβάνει ἦ μὴν ἅπαντα ἐς τὸ ἐμφανὲς ἐνεγκεῖν τὰ φώρια.
20.24
Καλώνυμος δὲ ὀμόσας τε καὶ τὰ ὀμωμοσμένα ἐν ἀλογίᾳ ποιησάμενος τὸ μὲν παραυτίκα τὰ χρήματα ἐληίσατο, χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τὴν δίκην ἔτισεν ἐς Βυζάντιον.
20.25
νόσῳ γὰρ ἁλοὺς τῇ καλουμένῃ ἀποπληξίᾳ καὶ τῶν φρενῶν ἔξω γενόμενος τῆς τε γλώσσης ἀποτραγὼν τῆς αὑτοῦ, εἶτα ἀπέθανεν. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.
21.1
Τότε δὲ Βελισάριος, ἐπεὶ ὁ καιρὸς ἐς τοῦτο ἦγεν, ἄριστον σφίσιν ἐκέλευε γενέσθαι οὗ δὴ Γελίμερ τοὺς τῶν Βανδίλων ἡγουμένους ἑστιᾶν εἰώθει.
21.2
Δέλφικα τὸν τόπον καλοῦσι Ῥωμαῖοι, οὐ τῇ σφετέρᾳ γλώσσῃ, ἀλλὰ κατὰ τὸ παλαιὸν ἑλληνίζοντες. ἐν Παλατίῳ γὰρ τῷ ἐπὶ Ῥώμης, ἔνθα ξυνέβαινε στιβάδας τὰς βασιλέως εἶναι τρίπους ἐκ παλαιοῦ εἱστήκει, ἐφ’ οὗ δὴ τὰς κύλικας οἱ βασιλέως οἰνοχόοι ἐτίθεντο.
21.3
Δέλφικα δὲ τὸν τρίποδα καλοῦσι Ῥωμαῖοι, ἐπεὶ πρῶτον ἐν Δελφοῖς γέγονε, καὶ ἀπ’ αὐτοῦ ἔν τε Βυζαντίῳ καὶ ὅπη βασιλέως εἶναι στιβάδα ξυμβαίνει Δέλφικα τοῦτο καλοῦσι τὸ οἴκημα, ἐπεὶ καὶ τὰ βασιλέως οἰκία Παλάτιον ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι.