Book 3
18.15
οὗτος ἀνήρ, ἐπεὶ τὰ στρατεύματα οὐ πόρρω ἀπ’ ἀλλήλων ἐγένετο, ἐξελάσας τὸν ἵππον, τοῦ τῶν Βανδίλων στρατοπέδου μόνος ὡς ἐγγυτάτω ἔστη.
18.16
οἱ δὲ Βανδίλοι, ἢ τὴν τοῦ ἀνδρὸς εὐψυχίαν καταπλαγέντες ἢ καί τι τοὺς πολεμίους ὑποτοπήσαντες ἐς αὐτοὺς μηχανᾶσθαι, οὔτε κινεῖσθαι οὔτε τὸν ἄνδρα βαλεῖν ἔγνωσαν.
18.17
οἶμαι δὲ αὐτοὺς οὐπώποτε Μασσαγετῶν μάχην ἐν πείρᾳ ἔχοντας, ἀκούοντας δὲ κομιδῆ μάχιμον τὸ ἔθνος εἶναι, οὕτω δὴ κατορρωδῆσαι τὸν κίνδυνον.
18.18
ἀναστρέψας δὲ ἐς τοὺς ὁμοφύλους ὁ ἄνθρωπος ἔλεξεν ὡς ὁ θεὸς σφίσιν ἕτοιμον βρῶσιν τοὺς ξένους τούσδε πέμψειεν.
18.19
οὕτω δὴ ὁρμωμένους αὐτοὺς οἱ Βανδίλοι οὐχ ὑπέμειναν, ἀλλὰ λύσαντες τὴν τάξιν καὶ ἥκιστα ἐς ἀλκὴν ἰδόντες ἅπαντες αἰσχρῶς διεφθάρησαν.
19.1
Ἡμεῖς δὲ τῶν γεγονότων οὐδ’ ὁτιοῦν πεπυσμένοι ἐπὶ τὸ Δέκιμον ᾔειμεν. Βελισάριος δὲ χῶρον ἰδὼν ἐς στρατόπεδον ἱκανῶς πεφυκότα, πέντε καὶ τριάκοντα σταδίοις τοῦ Δεκίμου διέχοντα, χαράκωμά τε αὐτῷ περιέβαλεν εὖ μάλα πεποιημένον καὶ τοὺς πεζοὺς ἅπαντας ἐνταῦθα καταστησάμενος ἅπαν τε ξυγκαλέσας τὸ στράτευμα ἔλεξε τοιάδε·
19.2
“Ὁ μὲν τῆς ἀγωνίας καιρός, ἄνδρες συστρατιῶται, ἤδη πάρεστιν· αἰσθάνομαι γὰρ προσιόντας ἡμῖν τοὺς πολεμίους· τὰς δὲ ναῦς ὡς πορρωτάτω ἡμῶν ἡ τοῦ τόπου φύσις ἀπήνεγκε· περιέστηκε δὲ ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα.
19.3
οὐ γάρ ἐστιν οὐ πόλις φιλία, οὐκ ἄλλο οὐδὲν ὀχύρωμα, ὅτῳ δὴ καὶ πιστεύσαντες τὸ θαρρεῖν ὑπὲρ ἡμῶν αὐτῶν ἕξομεν.