Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

18.6 καὶ κτείνει μὲν τῶν ἀρίστων δώδεκα ἐν τοῖς πρώτοις ἀγωνιζομένους, πίπτει δὲ καὶ αὐτός, ἀνὴρ ἀγαθὸς ἐν τῷ ἔργῳ τούτῳ γενόμενος.
18.7 καὶ ἡ μὲν τροπή, ἐπεὶ Ἀμμάτας ἔπεσε, λαμπρὰ ἐγεγόνει, φεύγοντες δὲ κατὰ κράτος οἱ Βανδίλοι ἀνεσόβουν ἅπαντας τοὺς ἐκ Καρχηδόνος ἐς Δέκιμον ἰόντας.
18.8 ἐπορεύοντο γὰρ οὐδενὶ κόσμῳ οὐδὲ ὡς ἐς μάχην ξυντεταγμένοι, ἀλλὰ κατὰ συμμορίας, καὶ ταύτας βραχείας· κατὰ τριάκοντα γὰρ ἢ εἴκοσιν ᾔεσαν.
18.9 ὁρῶντες δὲ Βανδίλους τοὺς ἀμφὶ τὸν Ἀμμάταν φεύγοντας, καὶ οἰόμενοι τοὺς διώκοντας παμπληθεῖς εἶναι, τρέψαντες τὰ νῶτα συνέφευγον.
18.10 Ἰωάννης δὲ καὶ οἱ ξὺν αὐτῷ οἷς ἂν ἐντύχοιεν κτείνοντες ἄχρι ἐς τὰς Καρχηδόνος πύλας ἀφίκοντο.
18.11 κα γέγονε φόνος Βανδίλων ἐν τοῖς ἑβδομήκοντα σταδίοις τοσοῦτος ὥστε εἰκάζειν τοὺς θεωμένους δισμυρίων πολεμίων τὸ ἔργον εἶναι.
18.12 Κατὰ δὲ τὸν αὐτὸν χρόνον Γιβαμοῦνδός τε καὶ οἱ δισχίλιοι ἧκον ἐς Πεδίον Ἁλῶν, ὅπερ τεσσαράκοντα μὲν σταδίοις τοῦ Δεκίμου ἀπέχει ἐν ἀριστερᾷ εἰς Καρχηδόνα ἰόντι, ἀνθρώπων δὲ καὶ δένδρων καὶ ἄλλου ὁτουοῦν ἔρημόν ἐστι, τῆς τοῦ ὕδατος ἅλμης ἄλλο οὐδὲν ἐνταῦθα πλὴν τοὺς ἅλας ἐώσης γίγνεσθαι· ἔνθα δὴ τοῖς Οὔννοις περιπεπτωκότες ἀπώλοντο πάντες.
18.13 ἦν δέ τις ἐν τοῖς Μασσαγέταις ἀνήρ, ἀνδρίας μὲν καὶ ἰσχύος εὖ ἥκων, ὀλίγων δὲ ἡγούμενος ἀνδρῶν· οὗτος εἶχε γέρας ἐκ πατέρων τε καὶ προγόνων ἐν πᾶσι τοῖς Οὐννικοῖς στρατεύμασι πρῶτος εἰς τοὺς πολεμίους εἰσβάλλειν.
18.14 οὐ γὰρ ἦν θεμιτὸν ἀνδρὶ Μασσαγέτῃ προτύψαντι ἐν μάχῃ τῶν τινα πολεμίων λαβεῖν, πρίν γε δή τινα ἐκ ταύτης τῆς οἰκίας ἐς τοὺς πολεμίους τῶν χειρῶν ἄρξαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme