Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

17.11 Γελίμερ δέ, ἐπεὶ ἐν Ἑρμιόνῃ τὸ πρῶτον παρόντας ἤκουσε τοὺς πολεμίους, γράφει πρὸς τὸν ἀδελφὸν Ἀμμάταν ἐς Καρχηδόνα, Ἰλδέριχον μὲν καὶ ἄλλους, ὅσους εἴτε κατὰ γένος εἴτε ἄλλως αὐτῷ προσήκοντας ἐν φυλακῇ ἔχει, ἀποκτιννύναι, αὐτὸν δὲ τούς τε Βανδίλους καὶ εἴ τι ἄλλο μάχιμον ἐν τῇ πόλει ἦν ἐν παρασκευῇ ποιήσασθαι, ὅπως τῶν πολεμίων ἐν στενοῖς γενομένων ἀμφὶ τὸ τῆς πόλεως προάστειον, ὃ Δέκιμον καλοῦσιν, ἀμφοτέρωθεν ξυνιόντας κυκλώσασθαί τε αὐτοὺς καὶ σαγηνεύσαντας διαφθεῖραι.
17.12 Ἀμμάτας δὲ κατὰ ταῦτα ἐποίει, καὶ τόν τε Ἰλδέριχον, ξυγγενῆ ὄντα, καὶ Εὐαγέην ἀπέκτεινε καὶ τῶν Λιβύων ὅσοι αὐτοῖς ἐπιτήδειοι ἦσαν.
17.13 Ὁάμερ γὰρ ἤδη ἐξ ἀνθρώπων ἠφάνιστο. τούς τε Βανδίλους ἐξοπλίσας, ὡς εἰς καιρὸν ἐπιθησόμενος,
17.14 ἐν παρασκευῇ ἐποιήσατο. Γελίμερ δὲ ὄπισθεν, οὐ παρέχων ἡμῖν αἴσθησιν, εἵπετο, πλήν γε δὴ ὅτι ἐν τῇ νυκτὶ ταύτῃ ᾗ ἐν Γράσσῃ ηὐλισάμεθα, κατάσκοποι ἑκατέρωθεν ἰόντες ξυνέμιξαν, πλήξαντές τε ἀλλήλους ἐς τὸ σφέτερον στρατόπεδον ἑκάτεροι ἀπεχώρησαν, καὶ ταύτῃ γέγονεν ἡμῖν φανερὸν οὐ πόρρω εἶναι τοὺς πολεμίους.
17.15 ἐνθένδε ἡμῖν πορευομένοις τὰς ναῦς ἐσορᾶν ἀδύνατα ἦν. πέτραι γὰρ ὑψηλαί, πόρρω τῆς θαλάσσης διήκουσαι, περίοδον τοῖς πλέουσι πολλῷ μέτρῳ ἐργάζονται, καὶ ἄκρα ἀνέχει, ἧς ἐντὸς τοῦ Ἑρμοῦ πόλισμά ἐστι.
17.16 Βελισάριος οὖν Ἀρχελάῳ τε τῷ ἐπάρχῳ καὶ Καλωνύμῳ τῷ ναυάρχῳ ἐπέστελλεν ἐς Καρχηδόνα μὲν μὴ καταίρειν, σταδίους δὲ ἀμφὶ τοὺς διακοσίους ἀπέχοντας ἄχρι αὐτὸς καλέσῃ μένειν.
17.17 ἐκ δὲ Γράσσης ἐξαναστάντες τεταρταῖοι ἐς Δέκιμον ἀφικόμεθα, σταδίοις ἑβδομήκοντα Καρχηδόνος ἀπέχον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme