Book 3
2.22
ἐπεὶ δὲ ἡ κυρία παρῆν, Ἀλάριχος μὲν ἅπαν ἐξοπλίσας τὸ στράτευμα ὡς ἐς τὴν ἔφοδον ἐν παρασκευῇ εἶχεν ἄγχιστα πύλης τῆς Σαλαρίας· ἐνταῦθα γὰρ ἐνστρατοπεδευσάμενος τῆς πολιορκίας κατ’ ἀρχὰς ἔτυχε.
2.23
ξύμπαντες δὲ οἱ νεανίαι καιρῷ τῆς ἡμέρας τῷ ξυγκειμένῳ ἐς ταύτην δὴ τὴν πύλην γενόμενοι τούς τε φύλακας ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀπέκτειναν, τάς τε πύλας ἀνακλίναντες κατ’ ἐξουσίαν Ἀλάριχόν τε καὶ τὴν στρατιὰν τῇ πόλει ἐδέξαντο.
2.24
οἱ δὲ τάς τε οἰκίας ἐνέπρησαν αἳ τῆς πύλης ἄγχιστα ἦσαν, ἐν αἷς ἦν καὶ ἡ Σαλουστίου, τοῦ Ῥωμαίοις τὸ παλαιὸν τὴν ἱστορίαν γράψαντος, ἧς δὴ τὰ πλεῖστα ἡμίκαυτα καὶ ἐς ἐμὲ ἕστηκε· τήν τε πόλιν ὅλην ληισάμενοι καὶ Ῥωμαίων τοὺς πλείστους διαφθείραντες πρόσω ἐχώρουν.
2.25
τότε λέγουσιν ἐν Ῥαβέννῃ Ὁνωρίῳ τῷ βασιλεῖ τῶν τινα εὐνούχων δηλονότι ὀρνιθοκόμον ἀγγεῖλαι ὅτι δὴ Ῥώμη ἀπόλωλε. καὶ τὸν ἀναβοήσαντα φάναι “Καίτοι ἔναγχος ἐδήδοκεν ἐκ χειρῶν τῶν ἐμῶν.” εἶναι γάρ οἱ ἀλεκτρυόνα ὑπερμεγέθη,
2.26
Ῥώμην ὄνομα· καὶ τὸν μὲν εὐνοῦχον ξυνέντα τοῦ λόγου εἰπεῖν Ῥώμην τὴν πόλιν πρὸς Ἀλαρίχου ἀπολωλέναι, ἀνενεγκόντα δὲ τὸν βασιλέα ὑπολαβεῖν “Ἀλλ’ ἔγωγε, ὦ ἑταῖρε, Ῥώμην μοι ἀπολωλέναι τὴν ὄρνιν ᾠήθην.” τοσαύτῃ ἀμαθίᾳ τὸν βασιλέα τοῦτον ἔχεσθαι λέγουσι.