Book 3
16.10
οἱ δὲ περὶ λύχνων ἁφὰς ἀγχοῦ τῆς πόλεως γενόμενοι ἐν φάραγγί τε λαθόντες διενυκτέρευσαν. ἕωθεν δὲ ἀγροίκων σὺν ἁμάξαις ἐς αὐτὴν εἰσιόντων ἐπιτυχόντες συνεισῆλθόν τε σιωπῇ καὶ οὐδενὶ πόνῳ τὴν πόλιν ἔσχον.
16.11
καὶ ἐπεὶ ἡμέρα ἐγένετο, οὐδενὸς θορύβου ἡγησαμένου, τόν τε ἱερέα καὶ εἴ τι δόκιμον ἦν ξυγκαλέσαντες τάς τε τοῦ στρατηγοῦ ἐντολὰς ἀπήγγελλον, καὶ τὰς κλεῖς τῶν εἰσόδων παρ’ ἑκόντων λαβόντες τῷ στρατηγῷ ἔπεμψαν.
16.12
Τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ τοῦ δημοσίου δρόμου ἐπιμελούμενος ηὐτομόλησε παραδοὺς τοὺς δημοσίους ξύμπαντας ἵππους. ξυλληφθέντα δὲ καί τινα τῶν ἐς τὰς βασιλικὰς ἀποκρίσεις ἀεὶ στελλομένων, οὓς δὴ βεριδαρίους καλοῦσι, κακὸν μὲν οὐδὲν ὁ στρατηγὸς ἔδρασε, χρυσῷ δὲ πολλῷ δωρησάμενος καὶ πιστὰ λαβὼν τὰς ἐπιστολὰς ἐνεχείρισεν ἅσπερ Ἰουστινιανὸς βασιλεὺς πρὸς Βανδίλους ἔγραψεν, ἐφ’ ᾧ τοῖς Βανδίλων ἄρχουσι δοῦναι.
16.13
ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Οὔτε Βανδίλοις πολεμεῖν ἔγνωμεν οὔτε τὰς Γιζερίχου σπονδὰς λύομεν, ἀλλὰ τὸν ὑμέτερον τύραννον καθελεῖν ἐγχειροῦμεν, ὃς τῶν Γιζερίχου διαθηκῶν ὀλιγωρήσας τὸν μὲν βασιλέα ὑμῶν καθείρξας τηρεῖ, τῶν δὲ αὐτοῦ συγγενῶν οὓς μὲν σφόδρα ἐμίσει κατ’ ἀρχὰς ἔκτεινε, τοὺς δὲ λοιποὺς τὰς ὄψεις ἀφελόμενος ἐν φυλακῇ ἔχει, οὐκ ἐῶν θανάτῳ καταλῦσαι τὰς συμφοράς.
16.14
συλλάβεσθε τοίνυν ἡμῖν καὶ συνελευθεροῦτε ὑμᾶς αὐτοὺς οὕτω μοχθηρᾶς τυραννίδος, ὅπως ἂν δύνησθε τῆς τε εἰρήνης καὶ τῆς ἐλευθερίας ἀπόνασθαι. ταῦτα γὰρ ὑμῖν παρ’ ἡμῶν ἔσεσθαι πρὸς τοῦ θεοῦ τὰ