Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

16.5 φύσει γὰρ πρόσεστι τοῖς ἀδικουμένοις ἡ πρὸς τοὺς βιαζομένους ἔχθρα, καὶ περιέστηκεν ὑμῖν τῆς τε ὑμῶν αὐτῶν ἀσφαλείας καὶ τῆς τῶν ἀγαθῶν ἀφθονίας ὀλίγα ἄττα ἀργύρια ἀνταλλάξασθαι, παρὸν ὑμῖν παρ’ ἑκόντων ὠνουμένοις τὰ ἐπιτήδεια τῶν κυρίων μήτε ἀδίκοις εἶναι δοκεῖν καὶ φίλοις ἐκείνοις ἐς τὰ μάλιστα χρῆσθαι.
16.6 νῦν οὖν πρός τε Βανδίλους ὑμῖν καὶ Λίβυας ὁ πόλεμος ἔσται, λέγω δὲ ἔγωγε καὶ τὸν θεὸν αὐτόν, ὃν οὐδεὶς ἀδικῶν ἐς ἐπικουρίαν παρακαλεῖ.
16.7 ἀλλὰ παύσασθε μὲν τοῖς ἀλλοτρίοις ἐπιπηδῶντες, κέρδος δὲ ἀποσείσασθε κινδύνων μεστόν.
16.8 οὗτος γὰρ ἐκεῖνος ὁ καιρός ἐστιν ἐν ᾧ μάλιστα σωφροσύνη μὲν οἵα τε σώζειν, ἀκοσμία δὲ ἐς θάνατον φέρει. τούτων γὰρ ἐπιμελομένοις ὑμῖν ἵλεως μὲν ὁ θεός, εὔνους δὲ ὁ τῶν Λιβύων λεώς, καὶ τὸ τῶν Βανδίλων γένος εὐέφοδον ἔσται.”
16.9 Τοσαῦτα εἰπὼν Βελισάριος καὶ τὸν ξύλλογον διαλύσας, ἐπεὶ ἤκουσε Σύλλεκτον πόλιν ἡμέρας ὁδὸν τοῦ στρατοπέδου διέχουσαν ἐπὶ θαλάσσῃ εἶναι ἐν τῇ ἐπὶ Καρχηδόνα φερούσῃ, ἧς τὸ μὲν τεῖχος ἐκ παλαιοῦ καθῃρημένον ἐτύγχανεν, οἱ δὲ ταύτῃ ᾠκημένοι τοὺς τῶν οἰκιῶν τοίχους πανταχόθεν ἀποφράξαντες διὰ τὰς τῶν Μαυρουσίων ἐπιδρομὰς περιβόλου ἐφύλασσον σχῆμα, τῶν δορυφόρων ἕνα Βοριάδην ἅμα τῶν ὑπασπιστῶν τισιν ἔστελλεν, ἐπαγγείλας αὐτοῖς τῆς τε πόλεως ἀποπειρᾶσθαι καί, ἢν ἕλωσι, κακὸν μὲν μηδὲν ἐν αὐτῇ δρᾶσαι, ἐπαγγείλασθαι δὲ ἀγαθὰ μυρία, καὶ ὡς ἐπὶ τῇ αὐτῶν ἐλευθερίᾳ ἥκοιεν, ὥστε εἰσιτητὰ τῷ στρατῷ ἐς αὐτὴν γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme