Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

15.36 ὅπερ οὖν καὶ ἐγένετο. τὴν μὲν οὖν νύκτα ἐκείνην οἱ στρατιῶται ξύμπαντες ἐν τῷ στρατοπέδῳ ηὐλίσαντο, φύλακάς τε καὶ τὰ ἄλλα ᾗπερ εἰώθει ποιούμενοι, πλήν γε δὴ ὅτι τοξότας πέντε ἐν νηὶ ἑκάστῃ Βελισάριος ἐκέλευσε μεῖναι φυλακῆς ἕνεκα, καὶ τοὺς δρόμωνας ἐν κύκλῳ αὐτῶν ὁρμίζεσθαι, φυλασσομένους μή τις ἐπ’ αὐτὰς κακουργήσων ἴοι.
16.1 Τῇ δὲ ὑστεραίᾳ, ἐπειδὴ τῶν στρατιωτῶν τινες ἐς τοὺς ἀγροὺς ἀναβαίνοντες τῶν ὡραίων ἥπτοντο, αὐτῶν τε τὰ σώματα ὁ στρατηγὸς οὐ παρέργως ᾐκίσατο καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε·
16.2 “Τὸ μὲν βιάζεσθαι καὶ τοῖς ἀλλοτρίοις σιτίζεσθαι ταύτῃ μόνον ἔν γε τοῖς ἄλλοις καιροῖς μοχθηρὸν πεφυκέναι δοκεῖ, ὅτι τὸ ἄδικον ἐν αὑτῷ φέρεται· νῦν δὲ τοσοῦτον αὐτῷ τῆς δυσκολίας περίεστιν ὥστε, εἰ μὴ πικρὸν εἰπεῖν, τὸν τοῦ δικαίου λόγον περὶ ἐλάσσονος ποιησαμένους τὸν ἐντεῦθεν κίνδυνον ἡμᾶς ἡλίκος ποτέ ἐστιν ἐκλογίζεσθαι χρή.
16.3 ἐγὼ γὰρ ἐκείνῳ μόνῳ τὸ θαρρεῖν ἔχων εἰς τὴν γῆν ὑμᾶς ἀπεβίβασα ταύτην, ὅτι τοῖς Βανδίλοις οἱ Λίβυες, Ῥωμαῖοι τὸ ἀνέκαθεν ὄντες, ἄπιστοί τέ εἰσι καὶ χαλεπῶς ἔχουσι, καὶ διὰ τοῦτο ᾤμην ὡς οὔτ’ ἄν τι τῶν ἀναγκαίων ἡμᾶς ἐπιλείποι οὔτε τι ἐξ ἐπιδρομῆς κακὸν ἐργάσονται ἡμᾶς οἱ πολέμιοι.
16.4 ἀλλὰ νῦν αὕτη ὑμῶν ἡ ἀκράτεια ταῦτα εἰς τοὐναντίον ἡμῖν μεταβέβληκε. τοὺς γὰρ Λίβυας δήπου κατηλλάξατε τοῖς Βανδίλοις, εἰς ὑμᾶς αὐτοὺς ἤδη τὴν τούτων περιαγαγόντες δυσμένειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme