Book 3
15.30
ἤν τις ἐπίοι, διενεγκεῖν. ἐπιλείψει δὲ ἡμᾶς ἄνδρας ἀγαθοὺς γινομένους τῶν ἐπιτηδείων οὐδέν. τοῖς γὰρ κρατοῦσι τῶν πολεμίων τὸ κυρίοις εἶναι τῶν ἐκείνοις προσηκόντων ξυμβαίνει, καὶ ἡ νίκη πάντα περιβαλομένη τὰ χρήματα, ἔνθα ἂν κλίνῃ, κατατίθεσθαι πέφυκεν. ὥστε ὑμῖν ἥ τε σωτηρία καὶ ἡ τῶν ἀγαθῶν περιουσία ἐν ταῖς χερσὶ κεῖται.”
15.31
Ταῦτα Βελισαρίου εἰπόντος ξυνέφασάν τε καὶ ἀπεδέξαντο ἅπας ὁ ξύλλογος, καὶ διαλυθέντες ὡς τάχιστα τὴν ἀπόβασιν ἐποιήσαντο τρισὶ μάλιστα μησὶν ὕστερον ἢ αὐτοῖς ἐκ Βυζαντίου ὁ ἀπόπλους ἐγένετο.
15.32
καὶ δείξας τι χωρίον ἐπὶ τῆς ἠιόνος ὁ στρατηγὸς τοῖς τε στρατιώταις καὶ ναύταις ἐκέλευε τήν τε τάφρον ὀρύσσειν καὶ τὸ χαράκωμα περιβάλλεσθαι.
15.33
οἱ δὲ κατὰ ταῦτα ἐποίουν. ἅτε δὲ ὄχλου πολλοῦ ἐργαζομένου καὶ τοῦ φόβου τὴν προθυμίαν ἐγείροντος καὶ τοῦ στρατηγοῦ ἐγκελευομένου, αὐτῇ τῇ ἡμέρᾳ ἥ τε τάφρος ὀρώρυκτο καὶ τὸ χαράκωμα ξυντετέλεστο καὶ οἱ σκόλοπες κύκλῳ πανταχόθεν ξυνεπεπήχατο.
15.34
ἔνθα δὴ καί τι τοῖς τὴν τάφρον ὀρύσσουσι τετύχηκε θαυμάσιον ἡλίκον. ὕδατος πολύ τι χρῆμα ἡ γῆ ἀνῆκεν, οὐ γεγονὸς τοῦτο ἐν Βυζακίῳ πρότερον, ἄλλως τε καὶ τοῦ χωρίου ἀνύδρου ὄντος.
15.35
τοῦτο δὴ τὸ ὕδωρ ἐς πᾶσαν χρείαν τοῖς ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις ἐπήρκεσε. καὶ συνηδόμενος τῷ στρατηγῷ Προκόπιος ἔλεγεν ὡς οὐ διὰ τὴν χρείαν τῇ τοῦ ὕδατος περιουσίᾳ χαίροι, ἀλλ’ ὅτι οἱ ξύμβολον εἶναι δοκεῖ νίκης ἀπόνου καὶ τοῦτο σφίσι προλέγειν τὸ θεῖον.