Book 3
15.23
πολλῶν δὲ ὄντων, ἢν ἐν ταῖς ναυσὶ μένωμεν, δυσχερῶν, ἐκεῖνο μόνον ἱκανῶς, οἶμαι, λελέξεται, ᾧ μάλιστα δεδίττεσθαι ἡμᾶς ἀξιοῦσι, τὸν χειμῶνα ἐπανασείοντες.
15.24
ἢν γάρ τις ἐπιπέσοι χειμών, ἀνάγκη ταῖς ναυσίν, ὥσπερ φασί, δυοῖν ξυμβῆναι τὸ ἕτερον, ἢ πόρρω που τῆς Λιβύης διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς διαφθαρῆναι ταύτης.
15.25
τί τοίνυν ὡς ἐκ τῶν παρόντων ἑλομένοις ἡμῖν μᾶλλον ξυνοίσει; μόνας διεφθάρθαι τὰς ναῦς, ἢ αὐτοῖς ἀνδράσιν ἅπαντα ἀπολωλέναι τὰ πράγματα; χωρὶς δὲ τούτων νῦν μὲν ἀπαρασκεύοις ἐπιπεσόντες τοῖς πολεμίοις κατὰ νοῦν, ὡς τὸ εἰκός, ἀπαλλάξομεν· τὰ γὰρ πολέμια τῷ ἀπροσδοκήτῳ δουλοῦσθαι πέφυκε·
15.26
μικρὸν δὲ ὕστερον ἤδη τῶν πολεμίων ἐν παρασκευῇ γεγονότων ἐξ ἀντιπάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται.
15.27
προσθείη δὲ ἄν τις ὡς καὶ ὑπὲρ αὐτῆς ἴσως ἀγωνιεῖσθαι δεήσει τῆς ἀποβάσεως, ἐκεῖνά τε ζητεῖν ἃ νῦν παρόντα ἡμῖν ὡς οὐκ ἀναγκαῖα ἐς βουλὴν ἔρχεται.
15.28
ἢν δὲ καὶ χειμὼν τηνικαῦτα ἀγωνιζομένοις ἡμῖν ἐπιγένηται, ὡς τὰ πολλὰ ἐν θαλάσσῃ φιλεῖ γίνεσθαι, πρός τε τὰ κύματα καὶ τοὺς Βανδίλους διαμαχόμενοι μεταμαθεῖν τὴν εὐβουλίαν εἰσόμεθα.
15.29
φημὶ δὴ ἔγωγε χρῆναι ἀποβῆναι μὲν ἡμᾶς ἐς τὴν ἤπειρον αὐτίκα δὴ μάλα, ἵππους τε ἀποβιβάζοντας καὶ ὅπλα καὶ εἴ τι ἄλλο ἐς τὴν χρείαν ἡμῖν ἀναγκαῖον εἶναι οἰόμεθα, τάφρον δὲ κατὰ τάχος ὀρύξαι καὶ χαράκωμα περιβαλεῖν οὐδέν τι ἧσσον ὅτου τις ἂν εἴποι τείχους εἰς ἀσφάλειαν ἡμῖν συντελέσαι δυνάμενον, ἐκεῖθεν δὲ ὁρμωμένους τὸν πόλεμον,