Book 3
15.16
οἶμαι δὲ ἔγωγε ὡς Καρχηδόνος τε ἡμᾶς ἐξ ἐπιδρομῆς κρατήσειν εἰκός, ἄλλως τε καὶ μακρὰν αὐτῆς ἀπολελειμμένων τῶν πολεμίων, καὶ κρατήσασιν οὐδὲν τοῦ λοιποῦ μοχθηρὸν ἔσεσθαι.
15.17
τὰ γὰρ ἀνθρώπεια πάντα κατειλημμένων τῶν κεφαλαίων καταρρεῖν οὐκ ἐς μακρὰν εἴωθεν. ὧν δὴ πάντων ἡμᾶς ἐνθυμουμένους τὰ βέλτιστα αἱρεῖσθαι προσήκει.” Ἀρχέλαος μὲν τοσαῦτα εἶπε.
15.18
Βελισάριος δὲ ἔλεξεν ὧδε· “Μηδεὶς ὑμῶν, ὦ ξυνάρχοντες, ἐπιγνώμονος εἶναι τοὺς λόγους οἰέσθω, μηδὲ διὰ τοῦτο ἐν ὑστάτῳ εἰρῆσθαι, ὥστε αὐτοῖς ἕπεσθαι, ὁποῖοί ποτ’ ἂν ὦσιν, ἀναγκαῖον ἅπασι γίγνεσθαι.
15.19
ὅσα μὲν γὰρ ὑμῶν ἑκάστῳ δοκεῖ ἄριστα εἶναι ἀκήκοα· προσήκει δὲ καὶ ἐμὲ ὅσα γινώσκω ἐς μέσον ἐξενεγκόντα οὕτω σὺν ὑμῖν ἑλέσθαι τὰ κρείσσω.
15.20
ἐκεῖνο δὲ ὑπομνῆσαι ὑμᾶς ἄξιον, ὡς ὀλίγῳ πρότερον οἱ μὲν στρατιῶται δεδιέναι τε τοὺς ἐν τῇ θαλάσσῃ κινδύνους ἄντικρυς ἔλεγον καὶ ὡς ἐς φυγὴν τρέψονται, ἢν ναῦς πολεμία ἐπ’ αὐτοὺς ἴοι, ἡμεῖς δὲ τὸν θεὸν ᾐτοῦμεν γῆν τὴν Λιβύης καὶ τὴν ἐς ταύτην ἀπόβασιν εἰρηναίαν ἡμῖν ἐπιδεῖξαι.
15.21
τούτων δὲ τοιούτων ὄντων, ἀξυνέτων ἀνδρῶν ἡγοῦμαι εἶναι εὔχεσθαι μὲν παρὰ τοῦ θεοῦ λαβεῖν τὰ βελτίονα, δεδομένων δὲ αὐτῶν ἀποσείεσθαί τε καὶ ἀπ’ ἐναντίας ἰέναι.
15.22
ἢν δὲ καὶ πλέουσιν ἡμῖν εὐθὺ Καρχηδόνος στόλος ἀπαντήσῃ πολέμιος, τοῖς μὲν στρατιώταις κατὰ κράτος φεύγουσι τὸ μὴ μεμπτοῖς εἶναι λελείψεται· ἁμάρτημα γὰρ προρρηθὲν τὴν ἀπολογίαν ἐφ’ ἑαυτοῦ φέρει· ἡμῖν δὲ καὶ διασωθεῖσιν οὐδεμία συγγνώμη.