Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 3

14.11 ταῦτα Προκόπιος ἀκούσας τῆς τε χειρὸς τοῦ οἰκέτου λαβόμενος ἐπὶ τὸν λιμένα ἐβάδιζε τὴν Ἀρέθουσαν, ἔνθα δή οἱ τὸ πλοῖον ὡρμίζετο, πυνθανόμενός τε τοῦ ἀνθρώπου συχνὰ καὶ διερευνώμενος ἕκαστα. ἐσβὰς δὲ ξὺν αὐτῷ ἐς τὴν ναῦν αἴρεσθαί τε τὰ ἱστία ἐκέλευσε καὶ πλεῖν κατὰ τάχος ἐς Καύκανα.
14.12 καὶ ἐπεὶ ὁ τοῦ οἰκέτου δεσπότης ἐπὶ τῆς ἠιόνος θαυμάζων εἱστήκει ὅτι οἱ οὐκ ἀπεδίδου τὸν ἄνθρωπον, ἀναβοήσας Προκόπιος, πλεούσης ἤδη τῆς νεώς, παρῃτεῖτο μή οἱ χαλεπῶς ἔχειν·
14.13 χρῆναι γὰρ τὸν οἰκέτην τῷ τε στρατηγῷ συμμῖξαι καὶ ἐς τὴν Λιβύην τῷ στρατῷ καθηγησάμενον οὐκ ἐς μακρὰν εἰς τὰς Συρακούσας ἐπανήκειν, χρήματα μεγάλα περιβαλλόμενον.
14.14 Ἀφικόμενοι δὲ ἐς τὰ Καύκανα εὑρίσκουσιν ἅπαντας ἐν πένθει μεγάλῳ. Δωρόθεος γὰρ ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγὸς ἐνταῦθα ἐτετελευτήκει, πολὺν αὑτοῦ πόθον τῷ παντὶ στρατοπέδῳ ἀπολιπών.
14.15 Βελισάριος δέ, ἐπεί οἱ ὅ τε οἰκέτης ἐς ὄψιν ἦλθε καὶ τὸν πάντα λόγον ἔφρασε, περιχαρὴς γενόμενος καὶ Προκόπιον πολλὰ ἐπαινέσας, ἐκέλευσε σημῆναι τὸν ἀπόπλουν ταῖς σάλπιγξιν.
14.16 ἀράμενοί τε κατὰ τάχος τὰ ἱστία, Γαύλῳ τε καὶ Μελίτῃ ταῖς νήσοις προσέσχον, αἳ τό τε Ἀδριατικὸν καὶ Τυρρηνικὸν πέλαγος διορίζουσιν.
14.17 ἔνθα δὴ αὐτοῖς Εὔρου πολύ τι πνεῦμα ἐπιπεσὸν τῇ ὑστεραίᾳ τὰς ναῦς ἐς τὴν Λιβύης ἀκτὴν ἤνεγκεν ἐς χωρίον, ὃ δὴ Κεφαλὴν Βράχους τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Ῥωμαῖοι. Καπούτβαδα γὰρ ὁ τόπος προσαγορεύεται, πέντε ἡμερῶν ὁδὸν εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme