Book 3
12.4
ἐδόκει γὰρ ἐν τῷ ὀνείρῳ εἶναι μὲν ἐν τῇ Βελισαρίου οἰκίᾳ, εἰσελθόντα δὲ ἀγγεῖλαι τῶν οἰκετῶν ἕνα ὡς ἥκοιέν τινες δῶρα φέροντες· καὶ Βελισάριον διασκοπεῖσθαι κελεύειν αὐτὸν ὁποῖά ποτε εἴη τὰ δῶρα, καὶ αὐτὸν ἐν τῇ μεταύλῳ γενόμενον ἄνδρας ἰδεῖν οἳ ἔφερον ἐπὶ τῶν ὤμων γῆν αὐτοῖς ἄνθεσι.
12.5
τούτους δὲ εἰς τὴν οἰκίαν εἰσαγαγόντα κελεῦσαι καταθεῖναι ἐν τῷ προστώῳ ἣν ἔφερον γῆν· οὗ δὴ Βελισάριον ἅμα τοῖς δορυφόροις ἥκοντα, αὐτόν τε κατακλίνεσθαι ἐν τῇ γῇ ἐκείνῃ καὶ τὰ ἄνθη ἐσθίειν, τοῖς τε ἄλλοις αὐτὸ δὴ τοῦτο ποιεῖν ἐγκελεύεσθαι, κατακλινομένοις τε σφίσι καὶ ἐσθίουσιν ὥσπερ ἐπὶ στιβάδος ἡδεῖαν κομιδῆ τὴν βρῶσιν φανῆναι. τὰ μὲν δὴ τῆς ὄψεως τοῦ ὀνείρου ταύτῃ πη ἔσχεν.
12.6
Ὁ δὲ ξύμπας στόλος τῇ στρατηγίδι νηὶ εἵπετο, καὶ προσέσχον Περίνθῳ, ἣ νῦν Ἡράκλεια ἐπικαλεῖται, ἔνθα δὴ πέντε ἡμερῶν χρόνος τῇ στρατιᾷ ἐτρίβη, ἐπεὶ βασιλεὺς ἵπποις ὅτι μάλιστα πλείστοις τὸν στρατηγὸν ἐνταῦθα ἐδωρεῖτο ἐκ τῶν βασιλικῶν ἱπποφορβίων, ἅ οἱ νέμονται ἐς τὰ ἐπὶ Θρᾴκης χωρία.
12.7
ὅθεν δὴ ἀπάραντες Ἀβύδῳ προσωρμίσαντο, καὶ σφίσι ξυνέπεσε τῇδε διὰ τὴν νηνεμίαν ἡμέρας διατρίβουσι τέσσαρας πρᾶγμα τοιόνδε ξυνενεχθῆναι.
12.8
Μασσαγέται δύο τῶν τινα ἑταίρων ἐν τῇ ἀκρατοποσίᾳ ἐρεσχελοῦντα σφᾶς, ἅτε οἰνωμένω, ἀνειλέτην. πάντων γὰρ ἀνθρώπων μάλιστά εἰσιν ἀκρατοπόται οἱ Μασσαγέται.
12.9
Βελισάριος οὖν αὐτίκα τὼ ἄνδρε τούτω ἐν τῷ κολωνῷ ὃς ἄγχι Ἀβύδου ἐστὶν ἀνεσκολόπισε.