Book 3
10.30
ἄμεινον γὰρ βασιλεῖ δικαίῳ ὑπηρετεῖν ἢ τυράννῳ τὰ οὐκ ἔννομα ἐπαγγέλλοντι.
10.31
ἀλλ’ ὅπως μὲν συλλήψῃ μοι ταῦτα σπουδάζοντι, ὅπως δὲ στρατιώτας πέμποις ὥστε με ἀμύνεσθαι τοὺς ἐπιόντας ἱκανῶς ἔχειν.”
10.32
Ταύτην βασιλεὺς ἄσμενος λαβὼν τὴν ἐπιστολὴν Εὐλόγιον πρεσβευτὴν ἔπεμψε καὶ γράμματα ἔγραψεν, ἐπαινῶν τὸν Γώδαν τῆς τε ξυνέσεως καὶ τῆς ἐς τὴν δικαιοσύνην προθυμίας, ξυμμαχίαν τε ἐπαγγελλόμενος καὶ στρατιώτας καὶ στρατηγόν, ὃς αὐτῷ ξυμφυλάξαι τε τὴν νῆσον οἷός τε εἴη καὶ τὰ ἄλλα ξυλλήψεσθαι, ὥστε αὐτῷ δύσκολον μηδὲν πρὸς Βανδίλων ξυμβῆναι.
10.33
Εὐλόγιος δὲ ἀφικόμενος εἰς Σαρδὼ εὕρισκε Γώδαν ὄνομά τε καὶ σχῆμα βασιλέως περιβαλλόμενον καὶ δορυφόρους προσποιησάμενον.
10.34
ὃς ἐπειδὴ τὴν βασιλέως ἐπιστολὴν ἀνελέξατο, στρατιώτας μὲν ἔφη ἐς ξυμμαχίαν ἐλθεῖν βουλομένῳ εἶναι, ἄρχοντος δὲ οὐ πάνυ χρῄζειν. κατὰ ταῦτά τε πρὸς βασιλέα γράψας τὸν Εὐλόγιον ἀπεπέμψατο.
11.1
Ταῦτα βασιλεὺς οὔπω πεπυσμένος τετρακοσίους τε στρατιώτας καὶ ἄρχοντα Κύριλλον ὡς τὴν νῆσον ξυμφυλάξοντας Γώδᾳ ἡτοίμαζεν.
11.2
ἤδη δὲ ξὺν αὐτοῖς καὶ τὴν ἐς Καρχηδόνα στρατείαν ἐν παρασκευῇ εἶχε, πεζοὺς μὲν στρατιώτας μυρίους, ἱππέας δὲ πεντακισχιλίους, ἔκ τε στρατιωτῶν καὶ φοιδεράτων συνειλεγμένους.
11.3
ἐν δὲ δὴ φοιδεράτοις πρότερον μὲν μόνοι βάρβαροι κατελέγοντο, ὅσοι οὐκ ἐπὶ τῷ δοῦλοι εἶναι, ἅτε μὴ πρὸς Ῥωμαίων ἡσσημένοι, ἀλλ’ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ἐς τὴν πολιτείαν ἀφίκοιντο·